Caius Marcius Coriolanus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

δεῦτε πρὸς Μάρκιον ἰοῦσαι μεθʼ ἡμῶν συνάψασθε τῆς ἱκετηρίας, καὶ μαρτυρήσατε τῇ πατρίδι μαρτυρίαν ἀληθῆ καὶ δικαίαν, ὅτι πολλὰ πάσχουσα κακῶς οὐδὲν οὔτʼ ἔπραξε δεινὸν οὔτʼ ἐβούλευσε περὶ ὑμῶν διʼ ὀργήν, ἀλλʼ ἀποδίδωσιν ὑμᾶς ἐκείνῳ κἂν μηδενὸς τυγχάνειν μέλλῃ τῶν ἐπιεικῶν.

ταῦτα τῆς Οὐαλερίας εἰπούσης ἀνεβόησαν αἱ λοιπαὶ γυναῖκες, ἠμείψατο δὲ ἡ Οὐολουμνία· καὶ τῶν κοινῶν ἡμῖν συμφορῶν, ὦ γυναῖκες, ἴσον μέτεστι, καὶ ἰδίᾳ πράττομεν κακῶς ἀπολέσασαι τὴν Μαρκίου δόξαν καὶ ἀρετήν, τὸ σῶμα δʼ αὐτοῦ τοῖς τῶν πολεμίων ὅπλοις φρουρουμενον μᾶλλον ἡ σῳζόμενον ἐφορῶσαι. μέγιστον δʼ ἡμῖν τῶν ἀτυχημάτων ἐστίν, εἰ τὰ τῆς πατρίδος οὕτως ἐξησθένηκεν ὥστʼ ἐν ἡμῖν ἔχειν τὰς ἐλπίδας.

οὐκ οἶδα γὰρ εἴ τινα ποιήσεται λόγον ἡμῶν ἐκεῖνος, εἴ γε μηδένα ποιεῖται τῆς πατρίδος, ἣν καὶ μητρὸς καὶ γυναικὸς καὶ τέκνων προετίμησεν. οὐ μὴν ἀλλὰ χρῆσθε ἡμῖν λαβοῦσαι καὶ κομίζετε πρὸς ἐκεῖνον, εἰ μηδὲν ἄλλο, ταῖς ὑπὲρ τῆς πατρίδος ἱκεσίαις ἐναποπνεῦσαι δυναμένας.

ἐκ τούτου τά τε παιδία καὶ τὴν Οὐεργιλίαν ἀναστήσασα μετὰ τῶν ἄλλων γυναικῶν ἐβάδιζεν εἰς τὸ στρατόπεδον τῶν Οὐολούσκων. ἡ δʼ ὄψις αὐτῶν τό τʼ οἰκτρὸν καὶ τοῖς πολεμίοις ἐνεποίησεν αἰδῶ καὶ σιωπήν. ἔτυχε δʼ ὁ Μάρκιος ἐπὶ βήματος καθεζόμενος μετὰ τῶν ἡγεμονικῶν.