Caius Marcius Coriolanus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
ἢ γὰρ ἀπαλλακτέον ὅλως τὰ θεῖα πάσης αἰτίας καὶ ἀρχῆς τῶν καθʼ ἡμᾶς, ἤ τις ἂν ἄλλος εἴη τρόπος ᾧ βοηθοῦσιν ἀνθρώποις καὶ συνεργοῦσιν; οὐ τὸ σῶμα δήπου πλάττοντες ἡμῶν, οὐδὲ τὰς χεῖρας, ὡς δεῖ, μετατιθέντες αὐτοὶ καὶ τοὺς πόδας, ἀλλὰ τῆς ψυχῆς τὸ πρακτικὸν καὶ προαιρετικὸν ἀρχαῖς τισι καὶ φαντασίαις καὶ ἐπινοίαις ἐγείροντες ἢ τοὐναντίον ἀποστρέφοντες καὶ ἱστάντες.
ἐν δὲ τῇ Ῥώμῃ τότε τῶν γυναικῶν ἄλλαι μὲν πρὸς ἄλλοις ἱεροῖς, αἱ δὲ πλεῖσται καὶ δοκιμώταται περὶ τὸν τοῦ Καπιτωλίου Διὸς βωμὸν ἱκέτευον. ἐν δὲ ταύταις ἦν ἡ Ποπλικόλα τοῦ μεγάλα καὶ πολλὰ Ῥωμαίους ἔν τε πολέμοις καὶ πολιτείαις ὠφελήσαντος ἀδελφὴ Οὐαλερία. Ποπλικόλας μὲν οὖν ἐτεθνήκει πρότερον, ὡς ἐν τοῖς περὶ ἐκείνου γεγραμμένοις ἱστορήκαμεν, ἡ δὲ Οὐαλερία δόξαν εἶχεν ἐν τῇ πόλει καὶ τιμήν, δοκοῦσα τῷ βίῳ μὴ καταισχύνειν τὸ γένος.
ὅπερ οὖν λέγω πάθος ἐξαπίνης παθοῦσα, καὶ κατʼ ἐπίνοιαν οὐκ ἀθείαστον ἁψαμένη τοῦ συμφέροντος, αὐτή τε ἀνέστη καὶ τὰς ἄλλας ἀναστήσασα πάσας ἧκεν ἐπὶ τὴν οἰκίαν τῆς τοῦ Μαρκίου μητρὸς Οὐολουμνίας. ὡς δʼ εἰσῆλθε καὶ κατέλαβε μετὰ τῆς νυοῦ καθεζομένην καὶ τὰ παιδία τοῦ Μαρκίου πρὸς τοῖς κόλποις ἔχουσαν, ἐν κύκλῳ περιστήσασα τὰς γυναῖκας αὐτῆς·
αὐταί γε ἡμεῖς, εἶπεν, ὦ