Fabius Maximus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τὸν δʼ Ἀννίβαν ἐπὶ τηλικούτῳ κατορθώματι

paris.1624.184
τῶν φίλων παρορμώντων ἅμʼ ἕπεσθαι τῇ τύχῃ καὶ συνεπεισπεσεῖν ἅμα τῇ φυγῇ τῶν πολεμίων εἰς τὴν πόλιν, πεμπταῖον γὰρ ἀπὸ τῆς νίκης ἐν Καπιτωλίῳ δειπνήσειν, οὐ ῥᾴδιον εἰπεῖν, ὅστις ἀπέτρεψε λογισμός, ἀλλὰ μᾶλλον δαίμονος ἢ θεοῦ τινος ἐμποδὼν στάντος ἔοικεν ἔργον ἡ πρὸς τοῦτο μέλλησις αὐτοῦ καὶ δειλίασις γενέσθαι. διὸ καὶ Βάρκαν τὸν Καρχηδόνιον εἰπεῖν μετʼ ὀργῆς πρὸς αὐτὸν λέγουσι· σὺ νικᾶν οἶδας, νίκῃ δὲ χρῆσθαι οὐκ οἶδας.

καίτοι τοσαύτην μεταβολὴν ἡ νίκη περὶ αὐτὸν ἐποίησεν, ὡς πρὸ τῆς μάχης οὐ πόλιν, οὐκ ἐμπόριον, οὐ λιμένα τῆς Ἰταλίας ἔχοντα, χαλεπῶς δὲ καὶ μόλις τὰ ἐπιτήδεια τῇ στρατιᾷ διʼ ἁρπαγῆς κομιζόμενον, ὁρμώμενον ἀπʼ οὐδενὸς βεβαίου πρὸς τὸν πόλεμον, ἀλλʼ ὥσπερ λῃστηρίῳ μεγάλῳ τῷ στρατοπέδῳ πλανώμενον καὶ περιφερόμενον, τότε πᾶσαν ὀλίγου δεῖν ὑφʼ αὑτῷ ποιήσασθαι τὴν Ἰταλίαν.

τὰ γὰρ πλεῖστα καὶ μέγιστα τῶν ἐθνῶν αὐτῷ προσεχώρησεν ἑκούσια, καὶ Καπύην, ἣ μέγιστον ἔχει μετὰ Ῥώμην ἀξίωμα τῶν πόλεων, προσθεμένην κατέσχεν. οὐ μόνον δʼ ἦν ἄρα τὸ φίλων πεῖραν λαβεῖν, ὡς Εὐριπίδης φησίν,[*](φίλων λαβεῖν γὰρ πεῖραν οὐ σμικρὸν κακόν. Nauck, Trag. Graec. Frag.2, p. 679.) οὐ σμικρὸν κακόν, ἀλλὰ καὶ τὸ φρονίμων στρατηγῶν, ἡ γὰρ πρὸ τῆς μάχης Φαβίου δειλία καὶ ψυχρότης λεγομένη μετὰ τὴν μάχην εὐθὺς οὐδʼ ἀνθρώπινος ἐδόκει λογισμός, ἀλλὰ θεῖόν τι χρῆμα διανοίας καὶ δαιμόνιον ἐκ τοσούτου τὰ μέλλοντα προορωμένης, ἃ μόλις ἦν

p.170
πιστὰ πάσχουσιν.

ὅθεν εὐθὺς εἰς ἐκεῖνον ἡ Ῥώμη συνενεγκοῦσα τὰς λοιπὰς ἐλπίδας, καὶ προσφυγοῦσα τῇ γνώμῃ τοῦ ἀνδρὸς ὥσπερ ἱερῷ καὶ βωμῷ, πρώτην καὶ μεγίστην αἰτίαν ἔσχε τοῦ μεῖναι καὶ μὴ διαλυθῆναι τὴν ἐκεῖνον φρόνησιν, καθάπερ ἐν τοῖς Κελτικοῖς πάθεσιν.

ὁ γὰρ ἐν οἷς οὐδὲν ἐδόκει δεινὸν εἶναι καιροῖς εὐλαβὴς φαινόμενος καὶ δυσέλπιστος τότε πάντων καταβεβληκότων ἑαυτοὺς εἰς ἀπέραντα πένθη καὶ ταραχὰς ἀπράκτους, μόνος ἐφοίτα διὰ τῆς πόλεως πρᾴῳ βαδίσματι καὶ προσώπῳ καθεστῶτι καὶ φιλανθρώπῳ προσαγορεύσει, κοπετούς τε γυναικείους ἀφαιρῶν καὶ συστάσεις εἴργων τῶν εἰς τὸ δημόσιον ἐπὶ κοινοῖς ὀδυρμοῖς ἐκφερομένων, βουλήν τε συνελθεῖν ἔπεισε καὶ παρεθάρσυνε τὰς ἀρχάς, αὐτὸς ὢν καὶ ῥώμη καὶ δύναμις ἀρχῆς ἁπάσης πρὸς ἐκεῖνον ἀποβλεπούσης.