Fabius Maximus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

λέγεται δὲ καὶ τοῖς ἱππεῦσι τῶν Ῥωμαίων σύμπτωμα παράλογον γενέσθαι, τὸν γὰρ Παῦλον, ὡς ἔοικε, τρωθεὶς ὁ ἵππος ἀπεσείσατο, καὶ τῶν περὶ αὐτὸν ἄλλος καὶ ἄλλος ἀπολιπὼν τὸν ἵππον πεζὸς τῷ ὑπάτῳ προσήμυνε. τοῦτο δʼ οἱ ἱππεῖς ἰδόντες, ὡς παραγγέλματος κοινοῦ δεδομένου, πάντες ἀποπηδήσαντες πεζοὶ συνεπλέκοντο τοῖς πολεμίοις. ἰδὼν δʼ ὁ Ἀννίβας, τοῦτ, ἔφη, μᾶλλον ἠβουλόμην ἢ εἰ δεδεμένους παρέλαβον.

ἀλλὰ ταῦτα μὲν οἱ τὰς διεξοδικὰς γράψαντες ἱστορίας ἀπηγγέλκασι.

p.166
τῶν δʼ ὑπάτων ὁ μὲν Βάρρων ὀλιγοστὸς ἀφίππευσεν εἰς Οὐενουσίαν πόλιν, ὁ δὲ Παῦλος ἐν τῷ βυθῷ καὶ κλύδωνι τῆς φυγῆς ἐκείνης βελῶν τε πολλῶν ἐπὶ τοῖς τραύμασιν ἐγκειμένων ἀνάπλεως, τὸ σῶμα καὶ τὴν ψυχὴν πένθει τοσούτῳ βαρυνόμενος, πρός τινι λίθῳ καθῆστο, τὸν ἐπισφάξοντα τῶν πολεμίων ἀναμένων.

ἦν δὲ διʼ αἵματος πλῆθος, ᾧ συνεπέφυρτο τὴν κεφαλὴν καὶ τὸ πρόσωπον, οὐ πολλοῖς διάδηλος, ἀλλὰ καὶ φίλοι καὶ θεράποντες αὑτὸν ὑπʼ ἀγνοίας παρῆλθον. μόνος δὲ Κορνήλιος Λέντλος, εὐπατρίδης νέος, ἰδὼν καὶ προνοήσας ἀπεπήδησε τοῦ ἵππου, καὶ προσαγαγὼν παρεκάλει χρῆσθαι καὶ σῴζειν αὑτὸν τοῖς πολίταις ἄρχοντος ἀγαθοῦ τότε μάλιστα χρῄζουσιν.

ὁ δὲ ταύτην μὲν ἀπετρίψατο τὴν δέησιν, καὶ τὸ μειράκιον αὖθις ἠνάγκασεν ἐπὶ τὸν ἵππον ἀναβῆναι δακρῦον, εἶτα δὲ τὴν δεξιὰν ἐμβαλὼν καὶ συνεξαναστάς, ἀπάγγελλε, εἶπεν, ὦ Λέντλε, Φαβίῳ Μαξίμῳ καὶ γενοῦ μάρτυς αὐτός, ὅτι Παῦλος Αἰμίλιος ἐνέμεινεν αὐτοῦ[*](αὐτοῦ Coraës and Bekker, now with S: αὑτοῦ his own convictions. Cf. praeceptorum eius memorem, Livy, xxii. 49.) τοῖς λογισμοῖς ἄχρι τέλους καὶ τῶν ὁμολογηθέντων πρός ἐκεῖνον οὐδὲν ἔλυσεν, ἀλλʼ ἐνικήθη πρότερον ὑπὸ Βάρρωνος, εἶθʼ ὑπὸ Ἀννίβου.

τοσαῦτʼ ἐπιστείλας τὸν μὲν Λέντλον ἀπέπεμψεν, αὐτὸς δὲ ῥίψας ἑαυτὸν εἰς τοὺς φονευομένους ἀπέθανε, λέγονται δὲ πεσεῖν μὲν ἐν τῇ μάχῃ Ῥωμαίων πεντακισμύριοι, ζῶντες δʼ ἁλῶναι τετρακισχίλιοι, καὶ μετὰ τὴν μάχην οἱ ληφθέντες ἐπʼ ἀμφοτέροις τοῖς στρατοπέδοις μυρίων οὐκ ἐλάττους.

p.168