Fabius Maximus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

λέγεται δὲ καὶ τοῖς ἱππεῦσι τῶν Ῥωμαίων σύμπτωμα παράλογον γενέσθαι, τὸν γὰρ Παῦλον, ὡς ἔοικε, τρωθεὶς ὁ ἵππος ἀπεσείσατο, καὶ τῶν περὶ αὐτὸν ἄλλος καὶ ἄλλος ἀπολιπὼν τὸν ἵππον πεζὸς τῷ ὑπάτῳ προσήμυνε. τοῦτο δʼ οἱ ἱππεῖς ἰδόντες, ὡς παραγγέλματος κοινοῦ δεδομένου, πάντες ἀποπηδήσαντες πεζοὶ συνεπλέκοντο τοῖς πολεμίοις. ἰδὼν δʼ ὁ Ἀννίβας, τοῦτ, ἔφη, μᾶλλον ἠβουλόμην ἢ εἰ δεδεμένους παρέλαβον.

ἀλλὰ ταῦτα μὲν οἱ τὰς διεξοδικὰς γράψαντες ἱστορίας ἀπηγγέλκασι.

p.166
τῶν δʼ ὑπάτων ὁ μὲν Βάρρων ὀλιγοστὸς ἀφίππευσεν εἰς Οὐενουσίαν πόλιν, ὁ δὲ Παῦλος ἐν τῷ βυθῷ καὶ κλύδωνι τῆς φυγῆς ἐκείνης βελῶν τε πολλῶν ἐπὶ τοῖς τραύμασιν ἐγκειμένων ἀνάπλεως, τὸ σῶμα καὶ τὴν ψυχὴν πένθει τοσούτῳ βαρυνόμενος, πρός τινι λίθῳ καθῆστο, τὸν ἐπισφάξοντα τῶν πολεμίων ἀναμένων.

ἦν δὲ διʼ αἵματος πλῆθος, ᾧ συνεπέφυρτο τὴν κεφαλὴν καὶ τὸ πρόσωπον, οὐ πολλοῖς διάδηλος, ἀλλὰ καὶ φίλοι καὶ θεράποντες αὑτὸν ὑπʼ ἀγνοίας παρῆλθον. μόνος δὲ Κορνήλιος Λέντλος, εὐπατρίδης νέος, ἰδὼν καὶ προνοήσας ἀπεπήδησε τοῦ ἵππου, καὶ προσαγαγὼν παρεκάλει χρῆσθαι καὶ σῴζειν αὑτὸν τοῖς πολίταις ἄρχοντος ἀγαθοῦ τότε μάλιστα χρῄζουσιν.