Fabius Maximus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐν δὲ τῇ μάχῃ στρατηγήμασιν ἐχρήσατο, πρώτῳ μὲν τῷ ἀπὸ τοῦ τόπου, ποιησάμενος κατὰ νώτου τὸν ἄνεμον πρηστῆρι γὰρ ἐοικὼς φλέγοντι κατερρήγνυτο, καὶ τραχὺν ἐκ πεδίων ὑφάμμων καὶ ἀναπεπταμένων αἴρων κονιορτὸν ὑπὲρ τὴν φάλαγγα τῶν Καρχηδονίων ἐπὶ τοὺς Ῥωμαίους ἐώθει, καὶ προσέβαλλε τοῖς προσώποις ἀποστρεφομένοις καὶ

p.164
συνταραττομένοις.

δευτέρῳ δὲ τῷ περὶ τὴν τάξιν ὃ γὰρ ἦν ἰσχυρότατον αὐτῷ καὶ μαχιμώτατον τῆς δυνάμεως ἑκατέρωσε τοῦ μέσου τάξας, τὸ μέσον αὐτὸ συνεπλήρωσεν ἐκ τῶν ἀχρειοτάτων, ἐμβόλῳ τούτῳ προέχοντι πολὺ τῆς ἄλλης φάλαγγος χρησόμενος· εἴρητο δὲ τοῖς κρατίστοις, ὅταν τούτους διακόψαντες οἱ Ῥωμαῖοι καὶ φερόμενοι πρός τὸ εἶκον ἐκφερομένου τοῦ μέσου καὶ κόλπον λαμβάνοντος ἐντὸς γένωνται τῆς φάλαγγος, ὀξέως ἑκατέρωθεν ἐπιστρέψαντας ἐμβαλεῖν τε πλαγίοις καὶ περιπτύσσειν ὄπισθεν συγκλείοντας.

ὃ δὴ καὶ δοκεῖ τὸν πλεῖστον ἀπεργάσασθαι φόνον. ὡς γὰρ ἐνέδωκε τὸ μέσον καὶ τοὺς Ῥωμαίους ἐδέξαντο διώκοντας, ἡ δὲ φάλαγξ τοῦ Ἀννίβου μεταβαλοῦσα τὸ σχῆμα μηνοειδὴς ἐγεγόνει καὶ τῶν ἐπιλέκτων οἱ ταξίαρχοι ταχὺ τοὺς μὲν ἐπʼ ἀσπίδα, τοὺς δʼ ἐπὶ δόρυ κλίναντες προσέπεσον κατὰ τὰ γυμνά, πάντας, ὅσοι μὴ τὴν κύκλωσιν ὑπεκκλίναντες ἔφθασαν, ἐν μέσῳ κατειργάσαντο καὶ διέφθειραν.