Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐκ τούτου φοβηθεῖσα τὸν θόρυβον ἡ βουλὴ τὸν μὲν Κάμιλλον οὐκ εἴασε βουλόμενον ἀποθέσθαι τὴν ἀρχὴν ἐντὸς ἐνιαυτοῦ καίπερ ἓξ μῆνας οὐδενὸς ὑπερβαλόντος ἑτέρου δικτάτορος, αὐτὴ δὲ παρεμυθεῖτο καί κατεπράυνε πείθουσα καί δεξιουμένη τὸν δῆμον, ἐπιδεικνυμένη μὲν ἠρία καί τάφους πατέρων, ὑπομιμνῄσκουσα δὲ χωρίων ἱερῶν καί τόπων ἁγίων, οὓς Ῥωμύλος ἢ Νομᾶς ἤ τις ἄλλος αὐτοῖς τῶν

p.172
βασιλέων ἐπιθειάσας παρέδωκεν.

ἐν πρώτοις δὲ τῶν θείων τήν τε νεοσφαγῆ κεφαλὴν προὔφερον

paris.1624.145
ἐν τῇ θεμελιώσει τοῦ Καπιτωλίου φανεῖσαν, ὡς τῷ τόπῳ πεπρωμένον ἐκείνῳ τῆς Ἰταλίας κεφαλῇ γενέσθαι, καί τὸ τῆς Ἑστίας πῦρ, ὃ μετὰ τὸν πόλεμον ὑπὸ τῶν παρθένων ἀναπτόμενον αὖθις ἀφανίζειν καί σβεννύναι τοὺς προλιπόντας τήν πόλιν, ὄνειδος αὐτοῖς ἐσόμενον, ἄν τε ὑπʼ ἄλλων οἰκουμένην ὁρῶσιν ἐπηλύδων καί ξένων ἄν τʼ ἔρημον οὖσαν καί μηλόβοτον.

τοιαῦτα καί πρὸς ἕκαστον ἰδίᾳ καί κοινῇ πολλάκις ἐν τῷ δήμῳ σχετλιάζοντες ἐπεκλῶντο πάλιν ὑπὸ τῶν πολλῶν τήν παροῦσαν ὀλοφυρομένων ἀμηχανίαν, καί δεομένων μὴ σφᾶς ὥσπερ ἐκ ναυαγίου γυμνοὺς καί ἀπόρους σωθέντας προσβιάζεσθαι τὰ λείψανα τῆς διεφθαρμένης συμπηγνύναι πόλεως, ἑτέρας ἑτοίμης παρούσης.

ἔδοξεν οὖν βουλὴν προθεῖναι τῷ Καμίλλῳ· καὶ πολλὰ μὲν αὐτὸς διεξῆλθε παρακαλῶν ὑπὲρ τῆς πατρίδος, πολλὰ δὲ καὶ τῶν ἄλλων ὁ βουλόμενος τέλος δὲ τὸν πρῶτον εἰωθότα λέγειν γνώμην Λεύκιον Λουκρήτιον ἀναστήσας ἐκέλευσεν ἀποφήνασθαι πρῶτον, εἶτα τοὺς ἄλλους ἐφεξῆς.

γενομένης δὲ σιωπῆς καὶ τοῦ Λουκρητίου μέλλοντος ἐνάρχεσθαι, κατὰ τύχην ἔξωθεν ἑκατοντάρχης ἄγων τάγμα φυλακῆς ἡμερινῆς παρεπορεύετο, καὶ τὸν φέροντα πρῶτον τὸ σημεῖον μεγάλῃ φωνῇ προσαγορεύσας ἐκέλευσεν αὐτοῦ μένειν καὶ τὸ σημεῖον τίθεσθαι·

p.174
κάλλιστα γὰρ ἐνταῦθα καθεδεῖσθαι καὶ μενεῖν. ἅμα δὲ τῷ καιρῷ καὶ τῇ περὶ τοῦ μέλλοντος ἐννοίᾳ, καὶ ἀδηλότητι τῆς φωνῆς γενομένης, ὅ τε Λουκρήτιος ἔφη προσκυνήσας τῷ θεῷ προστίθεσθαι τὴν ἑαυτοῦ γνώμην καὶ τῶν ἄλλων ἕκαστος ἐπηκολούθησε.