Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

οὕτω μὲν ἡ Ῥώμη παραλόγως ἥλω καὶ παραλογώτερον ἐσώθη, μῆνας ἑπτὰ τοὺς πάντας ὑπὸ τοῖς βαρβάροις γενομένη, παρελθόντες γὰρ εἰς αὐτὴν ὀλίγαις ἡμέραις ὕστερον τῶν Κυϊντιλίων εἰδῶν περὶ τὰς Φεβρουαρίας εἰδοὺς ἐξέπεσον. ὁ δὲ Κάμιλλος ἐθριάμβευσε μέν, ὡς εἰκὸς ἦν, τὸν ἀπολωλυίας σωτῆρα πατρίδος γενόμενον καὶ κατάγοντα τὴν πόλιν αὐτὴν εἰς ἑαυτήν·

οἵ τε γὰρ ἔξωθεν ἅμα παισὶ καὶ γυναιξὶν εἰσελαύνοντος αὐτοῦ συγκατῄεσαν, οἵ τε πολιορκηθέντες ἐν τῷ Καπιτωλίῳ, μικροῦ δεήσαντες ἀπολέσθαι διὰ λιμόν, ἀπήντων περιβάλλοντες ἀλλήλους καὶ δακρύοντες ὑπὸ[*](ὑπὸ with S: ἀπιστίᾳ for distrust of.) τῆς παρούσης ἡδονῆς, ἱερεῖς τε καὶ ζάκοροι θεῶν, ὅσα φεύγοντες αὐτόθι τῶν ἀβεβήλων ἔκρυψαν ἢ σὺν αὑτοῖς ἐξέκλεψαν, ἀνασωζόμενα[*](ἀνασωζόμενα καὶ κεκοσμημένα S, and adorned.) κομίζοντες ἐπεδείκνυντο ποθουμένας ὄψεις τοῖς πολίταις δεχομένοις μετὰ χαρᾶς, ὥσπερ αὐτῶν τῶν θεῶν αὖθις εἰς τὴν Ῥώμην συγκατερχομένων·

θύσας δὲ τοῖς θεοῖς καὶ καθάρας τὴν πόλιν ἐξηγουμένων τῶν περὶ ταῦτα δεινῶν, τὰ μὲν ὄντα τῶν ἱερῶν κατέστησεν, αὐτὸς δὲ ἱδρύσατο νεὼν Φήμης καὶ Κληδόνος, ἀνευρὼν ἐκεῖνον τὸν τόπον, ἐν ᾧ νύκτωρ ἡ καταγγέλλουσα τὴν τῶν βαρβάρων στρατιὰν ἐκ θεοῦ τῷ Καιδικίῳ Μάρκῳ φωνὴ προσέπεσε.

p.170

χαλεπῶς μὲν οὖν καί μόλις αἱ τῶν ἱερῶν ἀνεκαλύπτοντο χῶραι φιλοτιμίᾳ τοῦ Καμίλλου καὶ πόνῳ πολλῷ τῶν ἱεροφαντῶν ὡς δὲ καὶ τήν πόλιν ἀνοικοδομεῖν ἔδει παντάπασι διεφθαρμένην, ἀθυμία πρὸς τὸ ἔργον ἐνέπιπτε τοῖς πολλοῖς καί μέλλησις ἦν ἐστερημένοις ἁπάντων καί τινος ἐν τῷ παρόντι ῥᾳστώνης καί ἀναπαύσεως ἐκ κακῶν δεομένοις μᾶλλον ἢ κάμνειν καί ἀποτρύχειν ἑαυτούς οὔτε χρήμασιν οὔτε σώμασιν ἐρρωμένους.

οὕτω δὲ ἡσυχῇ πρὸς τοὺς Οὐηΐους αὖθις ἀποστρεφόμενοι, πόλιν ἅπασι κατεσκευασμένην καί διαμένουσαν, ἀρχὰς δημαγωγιῶν ἐνέδοσαν τοῖς πρὸς χάριν εἰθισμένοις ὁμιλεῖν, καί λόγων ἠκροῶντο στασιαστικῶν πρὸς τὸν Κάμιλλον, ὡς ἐκείνου φιλοτιμίας ἕνεκα καί δόξης ἰδίας ἀποστεροῦντος αὐτοὺς πόλεως ἑτοίμης καί βιαζομένου σκηνοῦν ἐρείπια καί πυρκαϊὰν τοσαύτην ἐγείρειν, ὅπως μὴ μόνον ἡγεμὼν Ῥώμης καί στρατηγός, ἀλλὰ καί κτίστης λέγηται παρώσας Ῥωμύλον.