Publicola
Plutarch
Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
ἦν οὖν ἐν ἀπόροις ὁ Οὐαλλέριος, οὐκ εἰδὼς τὸ τῆς μάχης πέρας, ἀλλὰ τοὺς στρατιώτας ὁρῶν τοῖς μὲν αὑτῶν νεκροῖς ἀθυμοῦντας, ἐπαιρομένους δὲ τοῖς τῶν πολεμίων οὕτως ἄκριτος ἦν καὶ
ἐπελθούσης δὲ νυκτὸς οἵαν εἰκὸς οὕτω μεμαχημένοις, καὶ γενομένων ἐν ἡσυχίᾳ τῶν στρατοπέδων, λέγουσι σεισθῆναι τὸ ἄλσος, ἐκ δʼ αὐτοῦ φωνὴν ἐκπεσεῖν μεγάλην φράζουσαν ὡς ἑνὶ πλείους ἐν τῇ μάχῃ τεθνήκασι Τυρρηνῶν ἢ Ῥωμαίων, ἦν δʼ ἄρα θεῖόν τι τὸ φθεγξάμενον εὐθύς τε γὰρ ὑπʼ αὐτοῦ τοῖς μὲν ἀλαλάξαι παρέστη μέγα καὶ θαρρσαλέον, οἱ δὲ Τυρρηνοὶ περίφοβοι γενόμενοι καὶ συνταραχθέντες ἐξέπεσον ἐκ τοῦ στρατοπέδου καὶ διεσπάρησαν οἱ πλεῖστοι·
τοὺς δὲ καταλειφθέντας ὀλίγῳ πεντακισχιλίων ἐλάσσους ἐπελθόντες εἷλον οἱ Ῥωμαῖοι, καὶ τἆλλα διήρπασαν. οἱ δὲ νεκροὶ διαριθμηθέντες εὑρέθησαν τριακόσιοι μὲν ἐπὶ χιλίοις καὶ μυρίοις οἱ τῶν πολεμίων, οἱ δὲ Ῥωμαίων παρʼ ἕνα τοσοῦτοι.
ταύτην τὴν μάχην λέγουσι γενέσθαι πρὸ μιᾶς καλανδῶν Μαρτίων, ἐθριάμβευσε δʼ ἀπʼ αὐτῆς Οὐαλλέριος εἰσελάσας τεθρίππῳ πρῶτος ὑπάτων.
καὶ τὸ πρᾶγμα σεμνὴν καὶ μεγαλοπρεπῆ παρέσχεν ὄψιν, οὐκ ἐπίφθονον οὐδʼ ἀνιάσασαν, ὡς ἔνιοι λέγουσι, τοὺς ὁρῶντας· οὐ γὰρ ἂν ἔσχε ζῆλον τοσοῦτον οὐδὲ φιλοτιμίαν εἰς ἔτη πάμπολλα διαμένουσαν. ἀπεδέξαντο δὲ τοῦ Οὐαλλερίου καὶ τὰς εἰς τὸν συνάρχοντα τιμάς, αἷς ἐκκομιζόμενον καὶ θαπτόμενον ἐκόσμησε·
καὶ λόγον ἐπʼ αὐτῷ διεξῆλθεν ἐπιτάφιον, ὃς οὕτως