Publicola

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὡς δʼ αὕτως καὶ τὰ δένδρα κόπτοντες ἐνέβαλλον, ἀργὸν παντάπασι τὸ χωρίον ἀνιέντες τῷ θεῷ καὶ ἄκαρπον. ὠθουμένων δὲ πολλῶν ἐπʼ ἀλλήλοις καὶ ἀθρόων ὑπήγαγεν ὁ ῥοῦς οὐ πολὺν τόπον, ἀλλʼ ὅπου τὰ πρῶτα συνενεχθέντα καὶ περιπεσόντα τοῖς στερεοῖς ὑπέστη, τῶν ἐπιφερομένων διέξοδον οὐκ ἐχόντων, ἀλλʼ ἐνισχομένων καὶ περιπλεκομένων, ἐλάμβανεν ἡ σύμπηξις ἰσχὺν καὶ ῥίζωσιν αὐξανομένην

paris.1624.101
ὑπὸ τοῦ ῥεύματος.

ἰλύν τε γὰρ ἐπήγαγε πολλήν, ἣ προσισταμένη τροφὴν παρεῖχεν ἅμα καὶ κόλλησιν, αἵ τε πληγαὶ σάλον οὐκ ἐποίουν, ἀλλὰ μαλακῶς πιέζουσαι συνήλαυνον εἰς ταὐτὸ πάντα καὶ συνέπλαττον. ὑπὸ δὲ μεγέθους καὶ στάσεως ἕτερον αὐτὸ μέγεθος ἐκτᾶτο καὶ χώραν ἀναδεχομένην τὰ πλεῖστα τῶν ὑπὸ τοῦ ποταμοῦ καταφερομένων. τοῦτο νῦν νῆσός ἐστιν ἱερὰ κατὰ τὴν πόλιν, ἔχει δὲ ναοὺς θεῶν καὶ περιπάτους, καλεῖται δὲ φωνῇ τῇ Λατίνων Μέση δυεῖν γεφυρῶν.

ἔνιοι δὲ τοῦτο συμπεσεῖν ἱστοροῦσιν οὐχ ὅτε Ταρκυνίου καθιερώθη τὸ πεδίον, ἀλλὰ χρόνοις ὕστερον ἄλλο χωρίον ὁμοροῦν ἐκείνῳ Ταρκυνίας

p.522
ἀνείσης. ἡ δὲ Ταρκυνία παρθένος ἦν ἱέρεια, μία τῶν Ἑστιάδων, ἔσχε δὲ τιμὰς ἀντὶ τούτου μεγάλας, ἐν αἷς ἦν καὶ τὸ μαρτυρίαν αὐτῆς δέχεσθαι μόνης γυναικῶν, τὸ δʼ ἐξεῖναι γαμεῖσθαι ψηφισαμένων οὐ προσεδέξατο. καὶ ταῦτα μὲν οὕτω γενέσθαι μυθολογοῦσι.

Ταρκύνιον δὲ τὴν ἐκ προδοσίας ἀπογνόντα τῆς ἀρχῆς ἀνάληψιν ἐδέξαντο Τυρρηνοὶ προθύμως καὶ μεγάλῃ δυνάμει κατῆγον. ἀντεξῆγον δὲ τοὺς Ῥωμαίους οἱ ὕπατοι, καὶ παρέταξαν ἐν χωρίοις ἱεροῖς, ὧν τὸ μὲν Ἄρσιον[*](Ἄρσιον Amyot, Coraës, Bekker, after Livy’s silva Arsia (ii. 7, 2): Οὖρσον.) ἄλσος, τὸ δὲ Αἰσούειον λειμῶνα προσαγορεύουσιν. ἀρχομένων δὲ αὑτῶν συνάγειν εἰς χεῖρας Ἄρρων ὁ Ταρκυνίου παῖς καὶ Βροῦτος ὁ Ῥωμαίων ὕπατος οὐ κατὰ τύχην ἀλλήλοις περιπεσόντες, ἀλλʼ ὑπʼ ἔχθους καὶ ὀργῆς,

ὁ μὲν ὡς ἐπὶ τύραννον καὶ πολέμιον τῆς πατρίδος, ὁ δὲ τῆς φυγῆς ἀμυνόμενος, ὥρμησαν ὁμόσε τοῖς ἵπποις. θυμῷ δὲ μᾶλλον ἢ λογισμῷ προσμίξαντες ἠφείδησαν αὑτῶν καὶ συναπέθανον ἀλλήλοις. οὕτω δὲ δεινοῦ γενομένου τοῦ προάγωνος οὐκ ἔσχεν ὁ ἀγὼν τέλος ἐπιεικέστερον, ἀλλὰ καὶ δράσαντες ἴσα καὶ παθόντες οἱ στρατοὶ διεκρίθησαν ὑπὸ χειμῶνος.