Publicola
Plutarch
Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
ταῦτʼ οὖν ὁ Ποπλικόλας οὐ μόνον εἰδέναι ποιούμενος ἔργον, ἀλλὰ καί κινεῖν καί συνεξορμᾶν τὴν στάσιν, εἶχεν ἄνδρας ἐπιτηδείους οἳ τῷ Κλαύσῳ διελέγοντο παρʼ αὑτοῦ τοιαῦτα, ὡς ὁ Ποπλικόλας ἄνδρα σε χρηστὸν ὄντα καί δίκαιον οὐδενὶ κακῷ δεῖν οἴεται τοὺς σεαυτοῦ πολίτας ἀμύνεσθαι, καίπερ ἀδικούμενον· εἰ δὲ βούλοιο σῴζων ἑαυτὸν μεταστῆναι καί φυγεῖν τοὺς μισοῦντας, ὑποδέξεταί σε δημοσίᾳ καί ἰδίᾳ τῆς τε σῆς ἀρετῆς ἀξίως καί τῆς Ῥωμαίων λαμπρότητος.
ταῦτα πολλάκις ἀνασκοποῦντι τῷ Κλαύσῳ βέλτιστα τῶν ἀναγκαίων ἐφαίνετο, καί τοὺς φίλους συμπαρακαλῶν, ἐκείνων τε πολλοὺς ὁμοίως συναναπειθ όντων, πεντακισχιλίους οἴκους ἀναστήσας μετὰ παίδων καί γυναικῶν, ὅπερ ἦν ἐν Σαβίνοις ἀθόρυβον μάλιστα καί βίου πρᾴου καί καθεστῶτος οἰκεῖον, εἰς Ῥώμην ἦγε, προειδότος τοῦ Ποπλικόλα καί δεχομένου φιλοφρόνως καί προθύμως ἐπὶ πᾶσι δικαίοις.