Publicola
Plutarch
Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
ἦν οὖν Ἄππιος Κλαῦσος ἐν Σαβίνοις, ἀνὴρ χρήμασί τε δυνατὸς καί σώματος ῥώμῃ πρὸς ἀλκὴν ἐπιφανής, ἀρετῆς δὲ δόξῃ μάλιστα καί λόγου δεινότητι πρωτεύων, ὃ δὲ πᾶσι συμβαίνει τοῖς μεγάλοις οὐ διέφυγε παθεῖν, ἀλλʼ ἐφθονεῖτο· καὶ τοῖς φθονοῦσιν αἰτίαν παρέσχε καταπαύων τὸν πόλεμον αὔξειν τὰ Ῥωμαίων, ἐπὶ τυραννίδι καί δουλώσει τῆς πατρίδος.
αἰσθόμενος δὲ τοὺς λόγους τούτους βουλομένῳ τῷ πλήθει λεγομένους, καί προσκρούοντα τοῖς πολεμοποιοῖς καί στρατιωτικοῖς ἑαυτόν, ἐφοβεῖτο τὴν κρίσιν, ἑταιρείαν δὲ καί δύναμιν φίλων καί οἰκείων ἔχων
p.558
ἀμύνουσαν περὶ αὑτὸν ἐστασίαζε. καί τοῦτʼ ἦν τοῦ πολέμου διατριβὴ καί μέλλησις τοῖς Σαβίνοις.