Publicola

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὁ δὲ Ταρκύνιος μετὰ τὴν μεγάλην μάχην ἐν ᾗ καὶ τὸν υἱὸν ἀπώλεσε μονομαχήσαντα Βρούτῳ, καταφυγὼν εἰς τὸ Κλούσιον ἱκέτευσε Λάραν Πορσίναν, ἄνδρα καὶ δύναμιν μεγίστην ἔχοντα τῶν Ἰταλικῶν βασιλέων καὶ δοκοῦντα χρηστὸν εἶναι καὶ φιλότιμον ὁ δʼ ὑπέσχετο βοηθήσειν. καὶ πρῶτον μὲν ἔπεμψεν εἰς Ῥώμην κελεύων δέχεσθαι τὸν Ταρκύνιον ὡς δʼ οὐχ ὑπήκουσαν οἱ Ῥωμαῖοι, καταγγείλας αὐτοῖς πόλεμον καὶ χρόνον ἐν ᾧ καὶ τόπον εἰς ὃν ἔμελλεν ἐμβαλεῖν, ἀφίκετο μετὰ πολλῆς δυνάμεως.

Ποπλικόλας δʼ ᾑρέθη μὲν ἀπὼν ὕπατος τὸ δεύτερον, καὶ σὺν αὐτῷ Τίτος Λουκρήτιος· ἐπανελθὼν δὲ εἰς Ῥώμην καὶ βουλόμενος τῷ φρονήματι πρῶτον ὑπερβαλέσθαι τὸν Πορσίναν, ἔκτιζε πόλιν Σιγλιουρίαν ἤδη πλησίον ὄντος αὐτοῦ, καὶ τειχίσας μεγάλοις ἀναλώμασιν ἑπτακοσίους

p.544
ἐποικοὺς ἀπέστειλεν, ὡς ῥᾳδίως φέρων καὶ ἀδεῶς τὸν πόλεμον.

οὐ μὴν ἀλλὰ προσβολῆς ὀξείας τῷ τείχει γενομένης ἐξεώσθησαν οἱ φύλακες ὑπὸ τοῦ Πορσίνα, καὶ φεύγοντες ὀλίγου συνεπεσπάσαντο τοὺς πολεμίους εἰς τὴν πόλιν. ἔφθη; δὲ πρὸ τῶν πυλῶν ἐκβοηθήσας ὁ Ποπλικόλας, καὶ μάχην συνάψας παρὰ τὸν ποταμόν ἀντεῖχε πλήθει βιαζομένοις τοῖς πολεμίοις, ἄχρι οὗ τραύμασι νεανικοῖς περιπεσὼν ἀπεκομίσθη φοράδην ἐκ τῆς μάχης.

τὸ δʼ αὐτὸ καὶ Λουκρητίου τοῦ συνάρχοντος αὐτῷ παθόντος ἀθυμία τοῖς Ῥωμαίοις ἐνέπεσε, καὶ φυγῇ πρὸς τὴν πόλιν ἔσῳζον ἑαυτούς, ὠθουμένων δὲ τῶν πολεμίων διὰ τῆς ξυλίνης γεφύρας ἐκινδύνευσεν ἡ Ῥώμη κατὰ κράτος ἁλῶναι. πρῶτος δὲ Κόκλιος Ὡράτιος καὶ σὺν αὐτῷ δύο τῶν ἐπιφανεστάτων ἀνδρῶν, Ἑρμίνιος καὶ Λάρκιος, ἀντέστησαν περὶ τὴν ξυλίνην γέφυραν.

ὁ δʼ Ὡράτιος τὸν Κόκλιον ἐπωνύμιον ἔσχεν ἐν πολέμῳ τῶν ὀμμάτων θάτερον ἐκ κοπείς· ὡς δʼ ἔνιοι λέγουσι, διὰ σιμότητα τῆς ῥινὸς ἐνδεδυκυίας ὥστε μηδὲν εἶναι τὸ διορίζον τὰ ὄμματα καὶ τὰς ὀφρῦς συγκεχύσθαι, Κύκλωπα βουλόμενοι καλεῖν αὐτὸν οἱ πολλοὶ τῆς γλώττης ὀλισθαινούσης ἐκράτησεν ὑπὸ πλήθους Κόκλιον καλεῖσθαι.