Publicola

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἔοικε δὲ καὶ περὶ τὸν δεύτερον ναὸν

p.540
ὁμοία τύχη γενέσθαι τῆς καθιερώσεως, τὸν μὲν γὰρ πρῶτον, ὡς εἴρηται, Ταρκυνίου κατασκευάσαντος, Ὡρατίου δὲ καθιερώσαντος, ἐν τοῖς ἐμφυλίοις πολέμοις πῦρ ἀπώλεσε· τὸν δὲ δεύτερον ἀνέστησε μὲν Σύλλας, ἐπεγράφη δὲ τῇ καθιερώσει Κάτουλος Σύλλα προ αποθανόντος.

τούτου δὲ πάλιν ἐν ταῖς κατὰ Οὐιτέλλιον στάσεσι διαφθαρέντος τὸν τρίτον τῇ πρὸς τἆλλα καὶ τοῦτο χρησάμενος εὐποτμίᾳ Οὐεσπασιανὸς ἐξ ἀρχῆς ἄχρι τέλους ἀναγαγὼν, ἐπεῖδε γενόμενον καὶ φθειρόμενον μετʼ ὀλίγον οὐκ ἐπεῖδεν, ἀλλὰ τοσοῦτον εὐτυχίᾳ Σύλλαν παρῆλθεν ὅσον ἐκεῖνον μὲν τῆς ἀφιερώσεως τοῦ ἔργου, τοῦτον δὲ τῆς ἀναιρέσεως προαποθανεῖν. ἅμα γὰρ τῷ τελευτῆσαι Οὐεσπασιανὸν ἐνεπρήσθη τὸ Καπιτώλιον.

ὁ δὲ τέταρτος οὗτος ὑπὸ Δομετιανοῦ καὶ

paris.1624.105
συνετελέσθη καὶ καθιερώθη. λέγεται δὲ Ταρκύνιον εἰς τοὺς θεμελίους ἀναλῶσαι λίτρας ἀργυρίου τετρακισμυρίας· τούτου δὲ τοῦ καθʼ ἡμᾶς τὸν μέγιστον ἐν Ῥώμῃ τῶν ἰδιωτικῶν πλοῦτον ἐκλογισθέντα τὸ τῆς χρυσώσεως μὴ τελέσαι ἂν ἀνάλωμα, πλέον ἢ δισχιλίων καὶ μυρίων ταλάντων γενόμενον.

οἱ δὲ κίονες ἐκ τοῦ Πεντελῆσιν ἐτμήθησαν λίθου, κάλλιστα τῷ πάχει πρὸς τὸ μῆκος ἔχοντες· εἴδομεν γὰρ αὐτοὺς Ἀθήνησιν. ἐν δὲ Ῥώμῃ πληγέντες αὖθις καὶ ἀναξυσθέντες οὐ τοσοῦτον ἔσχον γλαφυρίας ὅσον ἀπώλεσαν συμμετρίας καὶ[*](καὶ supplied by Bekker, after G. Hermann; συμμετρίας τοῦ καλοῦ (the symmetry of their beauty).) τοῦ καλοῦ, διάκενοι

p.542
καὶ λαγαροὶ φανέντες.

ὁ μέντοι θαυμάσας τοῦ Καπιτωλίου τὴν πολυτέλειαν, εἰ μίαν εἶδεν ἐν οἰκίᾳ Δομετιανοῦ στοὰν ἢ βασιλικὴν ἢ βαλανεῖον ἢ παλλακίδων δίαιταν, οἷόν ἐστι τὸ λεγόμενον Ἐπιχάρμου πρὸς τὸν ἄσωτον,

οὐ φιλάνθρωπος τύ γʼ ἐσσʼ· ἔχεις νόσον χαίρεις διδούς,
τοιοῦτον ἄν τι πρὸς Δομετιανὸν εἰπεῖν προήχθη· οὐκ εὐσεβὴς οὐδὲ φιλότιμος τύ γʼ ἐσσί· ἔχεις νόσον χαίρεις κατοικοδομῶν, ὥσπερ ὁ Μίδας ἐκεῖνος, ἅπαντά σοι χρυσᾶ καὶ λίθινα βουλόμενος γίνεσθαι. ταῦτα μὲν οὖν περὶ τούτων.