Solon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἔπειτα πλεύσας εἰς Κύπρον ἠγαπήθη διαφερόντως ὑπὸ Φιλοκύπρου τινὸς τῶν ἐκεῖ βασιλέων, ὃς εἶχεν οὐ μεγάλην πόλιν, ᾠκισμένην ὑπὸ Δημοφῶντος τοῦ Θησέως, περὶ τὸν Κλάριον ποταμὸν ἐν χωρίοις ὀχυροῖς μέν, ἄλλως δὲ δυσχερέσι καὶ φαύλοις κειμένην. ἔπεισεν οὖν αὐτὸν ὁ Σόλων ὑποκειμένου καλοῦ πεδίου μεταθέντα τὴν πόλιν ἡδίονα καὶ μείζονα κατασκευάσαι.

καὶ παρὼν ἐπεμελήθη τοῦ συνοικισμοῦ, καὶ συνδιεκόσμησε πρός τε διαγωγὴν ἄριστα καὶ πρὸς ἀσφάλειαν, ὥστε πολλοὺς μὲν οἰκήτορας τῷ Φιλοκύπρῳ συνελθεῖν, ζηλῶσαι δὲ τοὺς ἄλλους βασιλέας· διὸ καὶ τῷ Σόλωνι τιμὴν ἀποδιδοὺς Αἰπεῖαν τὴν πόλιν καλουμένην πρότερον ἀπʼ ἐκείνου Σόλους προσηγόρευσε.

καὶ αὐτὸς δὲ μέμνηται τοῦ συνοικισμοῦ· προσαγορεύσας γὰρ ἐν ταῖς ἐλεγείαις τὸν Φιλόκυπρον,

  1. νῦν δὲ (φησί) σὺ μὲν Σολίοισι πολὺν χρόνον ἐνθάδʼ ἀνάσσων
  2. τήνδε πόλιν ναίοις καὶ γένος ὑμέτερον·
  3. αὐτὰρ ἐμὲ ξὺν νηῒ θοῇ κλεινῆς ἀπὸ νήσου
  4. ἀσκηθῆ πέμποι Κύπρις ἰοστέφανος·
  5. οἰκισμῷ δʼ ἐπὶ τῷδε χάριν καὶ κῦδος ὀπάζοι
  6. ἐσθλὸν καὶ νόστον πατρίδʼ ἐς ἡμετέρην.
Solon, Frag. 19 (Bergk)