Solon

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἐπεὶ δὲ τῶν νόμων εἰσενεχθέντων ἔνιοι τῷ Σόλωνι καθʼ ἑκάστην προσῄεσαν ἡμέραν, ἐπαινοῦντες ἢ ψέγοντες ἢ συμβουλεύοντες ἐμβάλλειν τοῖς γεγραμμένοις ὅ τι τύχοιεν ἢ ἀφαιρεῖν, πλεῖστοι δʼ ἦσαν οἱ πυνθανόμενοι καὶ ἀνακρίνοντες καὶ κελεύοντες αὐτὸν ὅπως ἕκαστον ἔχει καὶ πρὸς ἣν κεῖται διάνοιαν ἐπεκδιδάσκειν καὶ σαφηνίζειν,

ὁρῶν ὅτι ταῦτα καὶ τὸ πράττειν ἄτοπον καὶ τὸ μὴ πράττειν ἐπίφθονον, ὅλως δὲ ταῖς ἀπορίαις ὑπεκστῆναι βουλόμενος καὶ διαφυγεῖν τὸ δυσάρεστον καὶ φιλαίτιον τῶν πολιτῶν (ἔργμασι γὰρ ἐν μεγάλοις πᾶσιν ἁδεῖν χαλεπόν, ὡς αὐτὸς εἴρηκε), πρόσχημα τῆς πλάνης τὴν ναυκληρίαν ποιησάμενος ἐξέπλευσε, δεκαετῆ παρὰ τῶν Ἀθηναίων ἀποδημίαν αἰτησάμενος. ἤλπιζε γὰρ ἐν τῷ χρόνῳ τούτῳ καὶ τοῖς νόμοις αὐτοὺς[*](τοῖς νόμοις αὐτοὺς after MSS. cited by Stephanus; Bekker has τοὺς νόμους αὐτοῖς, the conjecture of Stephanus (the laws would be familiar to them).) ἔσεσθαι συνήθεις.

πρῶτον μὲν οὖν εἰς Αἴγυπτον ἀφίκετο καὶ διέτριψεν, ὡς αὐτός φησι,

  1. Νείλου ἐπὶ προχοῇσι Κανωβίδος ἐγγύθεν ἀκτῆς.
Solon, Frag. 7 (Bergk)χρόνον δέ τινα καὶ τοῖς περὶ Ψένωφιν τὸν Ἡλιουπολίτην καὶ Σῶγχιν τὸν Σαΐτην, λογιωτάτοις οὖσι τῶν ἱερέων, συνεφιλοσόφησε· παρʼ ὧν καὶ τὸν Ἀτλαντικὸν ἀκούσας λόγον, ὡς Πλάτων φησίν, ἐπεχείρησε διὰ ποιήματος ἐξενεγκεῖν εἰς τοὺς Ἕλληνας.