Numa

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ζηλωτὸν δὲ αὐτοῦ καὶ τῷ τάφῳ τὸν βίον ἐποίησαν οἵ τε σύμμαχοι καὶ φίλοι δῆμοι, συνελθόντες ἐπὶ τὰς ταφὰς ἅμα δημοσίαις ἐπιφοραῖς καὶ στεφάνοις, οἵ τε πατρίκιοι τὸ λέχος ἀράμενοι, καὶ συμπαρόντες οἱ τῶν θεῶν ἱερεῖς καὶ παραπέμποντες, ὁ δ’ ἄλλος ὅμιλος ἀναμεμιγμένων καὶ γυναικῶν καὶ παίδων οὐχ ὡς βασιλέως ταφαῖς γηραιοῦ παρόντες, ἀλλʼ ὥς τινα τῶν φιλτάτων ἕκαστος ἐν ἀκμῇ βίου ποθούμενον θάπτων, μετʼ οἰμωγῆς καὶ κλαυθμῶν ἑπόμενοι.

πυρὶ μὲν οὖν οὐκ ἔδοσαν τὸν νεκρὸν αὐτοῦ κωλύσαντος, ὡς λέγεται, δύο δὲ ποιησάμενοι λιθίνας σοροὺς ὑπὸ τὸ Ἰάνοκλον ἔθηκαν, τὴν μὲν ἑτέραν ἔχουσαν τὸ σῶμα, τὴν δὲ ἑτέραν τὰς ἱερὰς βίβλους ἃς ἐγράψατο μὲν αὐτός,

p.380
ὥσπερ οἱ τῶν Ἑλλήνων νομοθέται τοὺς κύρβεις, ἐκδιδάξας δὲ τοὺς ἱερεῖς ἔτι ζῶν τὰ γεγραμμένα καὶ πάντων ἕξιν τε καὶ γνώμην ἐνεργασάμενος αὐτοῖς, ἐκέλευσε συνταφῆναι μετὰ τοῦ σώματος, ὡς οὐ καλῶς ἐν ἀψύχοις γράμμασι φρουρουμένων τῶν ἀπορρήτων.

ᾧ λογισμῷ φασι μηδὲ τοὺς Πυθαγορικοὺς εἰς γραφὴν κατατίθεσθαι τὰ συντάγματα, μνήμην δὲ καὶ παίδευσιν αὐτῶν ἄγραφον ἐμποιεῖν τοῖς ἀξίοις. καὶ τῆς γε περὶ τὰς ἀπόρους καὶ ἀρρήτους λεγομένας ἐν γεωμετρίᾳ μεθόδους πραγματείας πρός τινα τῶν ἀναξίων ἐκδοθείσης, ἔφασαν ἐπισημαίνειν τὸ δαιμόνιον μεγάλῳ τινὶ καὶ κοινῷ κακῷ τὴν γεγενημένην παρανομίαν καὶ ἀσέβειαν ἐπεξερχόμενον.

ὥστε συγγνώμην ἔχειν πολλὴν τοῖς εἰς τὸ αὐτὸ Πυθαγόρᾳ Νομᾶν φιλοτιμουμένοις συνάγειν ἐπὶ τοσαύταις ὁμοιότησιν.

οἱ δὲ περὶ Ἀντίαν ἱστοροῦσι δώδεκα μὲν εἶναι βίβλους ἱεροφαντικάς, δώδεκα δὲ ἄλλας Ἑλληνικὰς φιλοσόφους τὰς εἰς τὴν σορὸν συντεθείσας. τετρακοσίων δέ που διαγενομένων ἐτῶν ὕπατοι μὲν ἦσαν Πόπλιος Κορνήλιος καὶ Μάρκος Βαίβιος· ὄμβρων δὲ μεγάλων ἐπιπεσόντων καὶ χώματος περιρραγέντος ἐξέωσε σε τὰς σοροὺς τὸ ῥεῦμα·

καὶ τῶν ἐπιθημάτων ἀποπεσόντων ἡ μὲν ἑτέρᾳ κενὴ παντάπασιν ὤφθη καὶ μέρος οὐδὲν οὐδὲ λείψανον ἔχουσα τοῦ σώματος, ἐν δὲ τῇ ἑτέρᾳ τῶν γραμμάτων εὑρεθέντων ἀναγνῶναι μὲν αὐτὰ λέγεται Πετίλιος στρατηγῶν τότε, πρὸς δὲ τὴν σύγκλητον κομίσαι,[*](κομίσαι Coraës, Sintenis1, and Bekker, with C: ὁρμῆσαι.) μὴ δοκεῖν αὐτῷ θεμιτὸν εἶναι λέγων μηδὲ ὅσιον ἔκπυστα πολλοῖς τὰ

p.382
γεγραμμένα γενέσθαι· διὸ καὶ κομισθείσας εἰς τὸ Κομίτιον τὰς βίβλους κατακαῆναι.

πᾶσι μὲν οὖν ἕπεται τοῖς δικαίοις καὶ ἀγαθοῖς ἀνδράσι μείζων ὁ κατόπιν καὶ μετὰ τὴν τελευτὴν ἔπαινος, τοῦ φθόνου πολὺν χρόνον οὐκ ἐπιζῶντος, ἐν ίων δὲ καὶ προαποθνήσκοντος· οὐ μὴν ἀλλʼ ἐκείνου γε τὴν δόξαν αἱ τῶν ὕστερον βασιλέων

paris.1624.75
τύχαι λαμπροτέραν ἐποίησαν, πέντε γάρ γενομένων μετʼ αὐτὸν ὁ μὲν ἔσχατος ἐκπεσὼν τῆς ἀρχῆς ἐν φυγῇ κατεγήρασε, τῶν δὲ τεσσάρων οὐδεὶς κατὰ φύσιν ἐτελεύτησεν, ἀλλʼ οἱ μὲν τρεῖς ἐπιβουλευθέντες ἐσφάγησαν,

Ὁστίλιος δὲ Τύλλος, ὃς μετὰ Νομᾶν ἐβασίλευσε, καὶ τὰ πλεῖστα τῶν ἐκείνου καλῶν, ἐν δὲ πρώτοις καὶ μάλιστα τὴν περὶ τὸ θεῖον εὐλάβειαν, ἐπιχλευάσας καὶ καθυβρίσας ὡς ἀργοποιὸν καὶ γυναικώδη, πρὸς πόλεμον ν ἔτρεψε τοὺς πολίτας, οὐδʼ αὐτὸς ἐνέμεινε τοῖς νεανιεύμασι τούτοις, ἀλλʼ ὑπὸ νόσου χαλεπῆς καὶ πολυτρόπου τὴν γνώμην ἀλλασσόμενος εἰς δεισιδαιμονίαν ἐνέδωκεν οὐδέν τι τῇ κατὰ Νομᾶν εὐσεβείᾳ προσήκουσαν, ἔτι δὲ μᾶλλον ἐνεποίησε τοῖς ἄλλοις τὸ τοιοῦτον πάθος, ὡς λέγεται, καταφλεχθεὶς ὑπὸ κεραυνῶν.