Numa

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἀλλʼ εἴτε φόβος θεῶν προκήδεσθαι δοκούντων τοῦ ἀνδρὸς εἴτε τῆς ἀρετῆς αἰδὼς εἴτε δαιμόνιος[*](δαιμόνιος Bryan’s correction, adopted by Coraës and Bekker: δαίμονος.) τύχη, πάσης κακίας ἄθικτον ἐπʼ ἐκείνου καὶ καθαρὸν διαφυλάττουσα τὸν βίον, ἐναργὲς ἐξήνεγκε παράδειγμα καὶ τεκμήριον τῆς Πλατωνικῆς φωνῆς, ἣν ὕστερον ἐκεῖνος οὐκ ὀλίγοις χρόνοις γενόμενος ἐτόλμησεν ἀφεῖναι περὶ πολιτείας,

ὡς μία κακῶν παῦλα καὶ λύσις ἀνθρώποις ἐστίν, ἔκ τινος τύχης θείας εἰς ταὐτὸ διανοίᾳ φιλοσόφῳ βασιλικὴν συμπεσοῦσαν δύναμιν ἐγκρατῆ καὶ ὑπερδέξιον τῆς κακίας τὴν ἀρετὴν καταστῆσαι. μακάριος μὲν γὰρ αὐτός ὁ σώφρων ὡς

p.376
ἀληθῶς, μακάριοι δὲ οἱ συνήκοοι τῶν ἔκ τοῦ σωφρονοῦντος στόματος ἰόντων λόγων.

τάχα γὰρ οὐδὲ ἀνάγκης τινὸς δεῖ πρὸς τοὺς πολλοὺς οὐδὲ ἀπειλῆς, αὐτοὶ δὲ τὴν ἀρετὴν ἐν εὐδήλῳ παραδείγματι καὶ λαμπρῷ τῷ βίῳ τοῦ ἄρχοντος ὁρῶντες, ἑκουσίως σωφρονοῦσι καὶ συμμετασχηματίζονται πρὸς τὸν ἐν φιλίᾳ καὶ ὁμονοίᾳ τῇ πρὸς αὐτοὺς μετὰ δικαιοσύνης καὶ μετριότητος ἀμύμονα[*](ἀμύμονα MSS. and edd.: ἀκύμονα (waveless, serene), after Wyttenbach.) καὶ μακάριον βίον, ἐν ᾧ τὸ κάλλιστον ἁπάσης πολιτείας τέλος ἐστί, καὶ βασιλικώτατος ἁπάντων ὁ τοῦτον τὸν βίον καὶ ταύτην τὴν διάθεσιν τοῖς ὑπηκόοις ἐνεργάσασθαι δυνάμενος. ταῦτα μὲν οὖν Νομᾶς παντὸς μᾶλλον φαίνεται συνεωρακώς.

περὶ δὲ παίδων αὐτοῦ καὶ γάμων ἀντιλογίαι γεγόνασι τοῖς ἱστορικοῖς. οἱ μὲν γὰρ οὔτε γάμον ἄλλον ἢ τὸν Τατίας λαβεῖν αὐτὸν οὔτε παιδὸς ἑτέρου γενέσθαι πατέρα πλὴν μιᾶς θυγατρὸς Πομπιλίας λέγουσιν· οἱ δὲ πρὸς ταύτῃ τέσσαρας υἱοὺς ἀναγράφουσιν αὐτοῦ, Πόμπωνα, Πῖνον, Κάλπον, Μάμερκον, ὧν ἕκαστον οἴκου διαδοχὴν καὶ γένους ἐντίμου καταλιπεῖν.

εἶναι γάρ ἀπὸ μὲν τοῦ Πόμπωνος τοὺς Πομπωνίους, ἀπὸ δὲ Πίνου τοὺς Πιναρίους, ἀπὸ δὲ Κάλπου

paris.1624.74
τοὺς Καλπουρνίους, ἀπὸ δὲ Μαμέρκου τοὺς Μαμερκίους, οἷς διὰ τοῦτο καὶ Ῥῆγας γενέσθαι παρωνύμιον, ὅπερ ἐστὶ βασιλέας, τρίτοι δέ εἰσιν οἱ τούτων μὲν κατηγοροῦντες ὡς χαριζομένων τοῖς γένεσι καὶ προστιθέντων οὐκ ἀληθῆ στέμματα τῆς ἀπὸ Νομᾶ διαδοχῆς, τὴν δὲ Πομπιλίαν οὐκ ἐκ Τατίας γεγονέναι λέγοντες, ἀλλʼ ἐξ ἑτέρας
p.378
γυναικός, ἣν ἤδη βασιλεύων ἔγημε, Λουκρητίας·

πάντες δ’ οὖν ὁμολογοῦσι τὴν Πομπιλίαν Μαρκίῳ γαμηθῆναι. παῖς δὲ ἦν ὁ Μάρκιος ἐκείνου Μαρκίου τοῦ Νομᾶν παρορμήσαντος ἐπὶ τὴν βασιλείαν καὶ γὰρ συμμετῴκησεν εἰς Ῥώμην αὐτῷ καὶ τῆς συγκλήτου μετέσχε τιμώμενος, καὶ μετὰ τὴν Νομᾶ τελευτὴν Ὁστιλίῳ περὶ τῆς βασιλείας εἰς ἀγῶνα καταστὰς καὶ ἡττηθεὶς ἀπεκαρτέρησεν. ὁ δὲ υἱὸς αὐτοῦ Μάρκιος ἔχων τὴν Πομπιλίαν κατέμεινεν ἐν Ῥώμῃ καὶ Μάρκιον Ἄγκον ἐγέννησεν, ὃς μετὰ Τύλλον Ὁστίλιον ἐβασίλευσε.

τοῦτον, ὡς λέγεται, πενταετῆ καταλιπὼν ὁ Νομᾶς ἐτελεύτησεν, οὐ ταχείας οὐδʼ αἰφνιδίου γενομένης αὐτῷ τῆς τελευτῆς, ἀλλὰ κατὰ μικρὸν ὑπὸ γήρως καὶ νόσου μαλακῆς ἀπομαραινόμενος, ὡς ἱστόρηκε Πείσων. ἐτελεύτησε δὲ χρόνον οὐ πολὺν τοῖς ὀγδοήκοντα προσβιώσας.