Lycurgus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἡ δὲ περὶ τὰς ᾠδὰς καὶ τὰ μέλη παίδευσις

paris.1624.53
οὐχ ἧττον ἐσπουδάζετο τῆς ἐν τοῖς λόγοις εὐζηλίας καὶ καθαριότητος, ἀλλὰ καὶ τὰ μέλη κέντρον εἶχεν ἐγερτικὸν θυμοῦ καὶ παραστατικὸν ὁρμῆς ἐνθουσιώδους καὶ πραγματικῆς, καὶ ἡ λέξις ἦν ἀφελὴς καὶ ἄθρυπτος ἐπὶ πράγμασι σεμνοῖς καὶ ἠθοποιοῖς. ἔπαινοι γάρ ἦσαν ὡς τὰ πολλὰ τῶν τεθνηκότων ὑπὲρ τῆς Σπάρτης εὐδαιμονιζομένων, καὶ ψόγοι τῶν τρεσάντων, ὡς ἀλγεινὸν καὶ κακοδαίμονα βιούντων βίον, ἐπαγγελία τε καὶ μεγαλαυχία πρὸς ἀρετὴν πρέπουσα ταῖς ἡλικίαις·

ὧν ἕνεκα δείγματος οὐ χεῖρόν ἐστιν ἕν τι προενέγκασθαι. τριῶν γάρ χορῶν κατὰ τὰς τρεῖς ἡλικίας συνισταμένων ἐν ταῖς ἑορταῖς, ὁ μὲν τῶν γερόντων ἀρχόμενος ᾖδεν

ἄμμες πόκʼ ἦμες ἄλκιμοι νεανίαι.
p.272
ὁ δὲ τῶν ἀκμαζόντων ἀμειβόμενος ἔλεγεν
ἄμμες δὲ γʼ εἰμὲν αἰ δὲ λῇς, αὐγάσδεο.[*](αὐγάδεο Cobet as in Morals, pp. 238 b, 544 e, and S (first hand): πεῖραν λαβέ (come take a try).)
ὁ δὲ τρίτος ὁ τῶν παίδων
ἄμμες δὲ γʼ ἐσσόμεσθα πολλῷ κάρρονες.

ὅλως δὲ ἄν τις ἐπιστήσας τοῖς Λακωνικοῖς ποιήμασιν, ὧν ἔτι καθʼ ἡμᾶς ἔνια διεσώζετο, καὶ τοὺς ἐμβατηρίους ῥυθμοὺς ἀναλαβών, οἷς ἐχρῶντο πρὸς τὸν αὐλὸν ἐπάγοντες τοῖς πολεμίοις, οὐ κακῶς ἡγήσαιτο καὶ τὸν Τέρπανδρον καὶ τὸν Πίνδαρον τὴν ἀνδρείαν τῇ μουσικῇ συνάπτειν. ὁ μὲν γὰρ οὕτως πεποίηκε περὶ τῶν Λακεδαιμονίων

  1. ἔνθʼ αἰχμά τε νέων θάλλει καὶ μοῦσα λίγεια
  2. καὶ δίκα εὐρυάγυια

Πίνδαρος δέ φησιν

  1. ἔνθα βουλαὶ γερόντων
  2. καὶ νέων ἀνδρῶν ἀριστεύοντι αἰχμαὶ
  3. καὶ χοροὶ καὶ Μοῦσα καὶ ἀγλαΐα.
Μουσικωτάτους γὰρ ἅμα καὶ πολεμικωτάτους ἀποφαίνουσιν αὐτούς·
ῥέπει[*](Ρέπει Scaliger’s correction of ἕρπει. Cf. Bergk, Poet. Lyr. Gr. iii.4 p. 51 (Alcman, Frag. 35).) γὰρ ἄντα τῶ σιδάρω τὸ καλῶς κιθαρίσδεν,
ὡς ὁ Λακωνικὸς ποιητὴς εἴρηκε. καὶ γὰρ ἐν ταῖς μάχαις προεθύετο ταῖς Μούσαις ὁ βασιλεύς, ἀναμιμνήσκων, ὡς ἔοικε, τῆς παιδείας καὶ τῶν
p.274
κρίσεων, ἵνα ὦσι πρόχειροι παρὰ τὰ δεινὰ καὶ λόγου τινὸς ἀξίας παρέχωσι τὰς πράξεις τῶν μαχομένων.