Lycurgus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

Ἆγις δέ, ἐπαινούντων τινῶν τοὺς Ἠλείους ὡς καλῶς τὰ Ὀλύμπια καὶ δικαίως ἄγοντας, καὶ τί μέγα, ἔφη, Ἠλεῖοι ποιοῦντι διʼ ἐτῶν πέντε ἁμέρᾳ μιᾷ χρώμενοι τᾷ δικαιοσύνᾳ; Θεόπομπος δὲ ξένου τινὸς εὔνοιαν ἐνδεικνυμένου, καὶ φάσκοντος ὡς παρὰ τοῖς αὑτοῦ πολίταις φιλολάκων καλεῖται, κάλλιον ἦν τοι , εἶπεν, ὦ ξένε, φιλοπολίταν καλεῖσθαι.

Πλειστῶναξ δὲ ὁ Παυσανίου, ῥήτορος Ἀθηναίου τοὺς Λακεδαιμονίους ἀμαθεῖς ἀποκαλοῦντος, ὀρθῶς, ἔφη, λέγεις· μόνοι γάρ Ἑλλάνων ἄμμες οὐδὲν κακὸν μεμαθήκαμεν παρʼ ὑμῶν Ἀρχιδαμίδας δὲ πρὸς τὸν πυθόμενον πόσοι εἰσὶ Σπαρτιᾶται, ἱκανοί, εἶπεν, ὦ ξένε, τοὺς κακοὺς ἀπερύκειν.

ἔστι δὲ καὶ τοῖς μετὰ παιδιᾶς εἰρημένοις ὑπʼ αὐτῶν τεκμήρασθαι τὸν ἐθισμόν, εἰθίζοντο γάρ μηδέποτε χρῆσθαι τῷ λόγῳ παρέργως, μηδὲ ἀφιέναι φωνὴν ἥτις οὐκ ἁμῶς γέ πως εἶχέ τινος θεωρίας ἀξίαν διάνοιαν. ὁ μὲν γάρ ἀκοῦσαι τοῦ μιμουμένου τὴν ἀηδόνα παρακαλούμενος, αὐτᾶς, ἔφη, ἄκουκα τήνας. ὁ δὲ ἀναγνοὺς τὸ ἐπίγραμμα τοῦτο·

  1. σβεννύντας ποτὲ τούσδε τυραννίδα χάλκεος Ἄρης
  2. εἷλε· Σελινοῦντος δ’ ἀμφὶ πύλας ἔθανον,
p.270
δικαίως, εἶπε, τεθνάκαντι τοὶ ἄνδρες· ἔδει γὰρ ἀφέμεν ὅλαν αὐτὰν κατακαᾶμεν.

νεανίσκος δὲ πρὸς τὸν ἐπαγγελλόμενον αὐτῷ δώσειν ἀλεκτρυόνας ἀποθνήσκοντας ἐν τῷ μάχεσθαι, μὴ σὺ γε, εἶπεν, ἀλλὰ δός μοι τῶν ἀποκτεινόντων ἐν τῷ μάχεσθαι. ἕτερος δέ τις ἰδὼν ἐν ἀποχωρήσει θακεύοντας ἐπὶ δίφρων ἀνθρώπους, μὴ γένοιτο, εἶπεν, ἐνταῦθα καθίσαι ὅθεν οὐκ ἔστιν ὑπεξαναστῆναι πρεσβυτέρῳ. τὸ μὲν οὖν τῶν ἀποφθεγμάτων εἶδος ἦν τοιοῦτον ὥστε καὶ λέγειν τινὰς οὐκ ἀτόπως ὅτι μᾶλλόν ἐστι τὸ φιλοσοφεῖν ἢ τὸ φιλογυμναστεῖν λακωνίζειν.