Lycurgus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἔστι δὲ καὶ τοῖς μετὰ παιδιᾶς εἰρημένοις ὑπʼ αὐτῶν τεκμήρασθαι τὸν ἐθισμόν, εἰθίζοντο γάρ μηδέποτε χρῆσθαι τῷ λόγῳ παρέργως, μηδὲ ἀφιέναι φωνὴν ἥτις οὐκ ἁμῶς γέ πως εἶχέ τινος θεωρίας ἀξίαν διάνοιαν. ὁ μὲν γάρ ἀκοῦσαι τοῦ μιμουμένου τὴν ἀηδόνα παρακαλούμενος, αὐτᾶς, ἔφη, ἄκουκα τήνας. ὁ δὲ ἀναγνοὺς τὸ ἐπίγραμμα τοῦτο·

  1. σβεννύντας ποτὲ τούσδε τυραννίδα χάλκεος Ἄρης
  2. εἷλε· Σελινοῦντος δ’ ἀμφὶ πύλας ἔθανον,
p.270
δικαίως, εἶπε, τεθνάκαντι τοὶ ἄνδρες· ἔδει γὰρ ἀφέμεν ὅλαν αὐτὰν κατακαᾶμεν.

νεανίσκος δὲ πρὸς τὸν ἐπαγγελλόμενον αὐτῷ δώσειν ἀλεκτρυόνας ἀποθνήσκοντας ἐν τῷ μάχεσθαι, μὴ σὺ γε, εἶπεν, ἀλλὰ δός μοι τῶν ἀποκτεινόντων ἐν τῷ μάχεσθαι. ἕτερος δέ τις ἰδὼν ἐν ἀποχωρήσει θακεύοντας ἐπὶ δίφρων ἀνθρώπους, μὴ γένοιτο, εἶπεν, ἐνταῦθα καθίσαι ὅθεν οὐκ ἔστιν ὑπεξαναστῆναι πρεσβυτέρῳ. τὸ μὲν οὖν τῶν ἀποφθεγμάτων εἶδος ἦν τοιοῦτον ὥστε καὶ λέγειν τινὰς οὐκ ἀτόπως ὅτι μᾶλλόν ἐστι τὸ φιλοσοφεῖν ἢ τὸ φιλογυμναστεῖν λακωνίζειν.

ἡ δὲ περὶ τὰς ᾠδὰς καὶ τὰ μέλη παίδευσις

paris.1624.53
οὐχ ἧττον ἐσπουδάζετο τῆς ἐν τοῖς λόγοις εὐζηλίας καὶ καθαριότητος, ἀλλὰ καὶ τὰ μέλη κέντρον εἶχεν ἐγερτικὸν θυμοῦ καὶ παραστατικὸν ὁρμῆς ἐνθουσιώδους καὶ πραγματικῆς, καὶ ἡ λέξις ἦν ἀφελὴς καὶ ἄθρυπτος ἐπὶ πράγμασι σεμνοῖς καὶ ἠθοποιοῖς. ἔπαινοι γάρ ἦσαν ὡς τὰ πολλὰ τῶν τεθνηκότων ὑπὲρ τῆς Σπάρτης εὐδαιμονιζομένων, καὶ ψόγοι τῶν τρεσάντων, ὡς ἀλγεινὸν καὶ κακοδαίμονα βιούντων βίον, ἐπαγγελία τε καὶ μεγαλαυχία πρὸς ἀρετὴν πρέπουσα ταῖς ἡλικίαις·

ὧν ἕνεκα δείγματος οὐ χεῖρόν ἐστιν ἕν τι προενέγκασθαι. τριῶν γάρ χορῶν κατὰ τὰς τρεῖς ἡλικίας συνισταμένων ἐν ταῖς ἑορταῖς, ὁ μὲν τῶν γερόντων ἀρχόμενος ᾖδεν

ἄμμες πόκʼ ἦμες ἄλκιμοι νεανίαι.
p.272
ὁ δὲ τῶν ἀκμαζόντων ἀμειβόμενος ἔλεγεν
ἄμμες δὲ γʼ εἰμὲν αἰ δὲ λῇς, αὐγάσδεο.[*](αὐγάδεο Cobet as in Morals, pp. 238 b, 544 e, and S (first hand): πεῖραν λαβέ (come take a try).)
ὁ δὲ τρίτος ὁ τῶν παίδων
ἄμμες δὲ γʼ ἐσσόμεσθα πολλῷ κάρρονες.