Lycurgus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τῆς δὲ πρὸς τὰ μήκη τῶν λόγων διαβολῆς δείγματα τοιαῦτα τῶν ἀποφθεγμάτων ἐστί. Λεωνίδας ὁ βασιλεὺς ἀκαίρως τινὸς περὶ πραγμάτων οὐκ ἀχρήστων διαλεχθέντος, ὦ ξένε, εἶπεν, οὐκ ἐν δέοντι χρέῃ τῷ δέοντι. Χαρίλαος δὲ ὁ ἀδελφιδοῦς τοῦ Λυκούργου περὶ τῆς ὀλιγότητος αὑτοῦ τῶν νόμων ἐρωτηθείς, εἶπεν ὡς οἱ λόγοις μὴ χρώμενοι πολλοῖς οὐδὲ νόμων δέονται πολλῶν.

Ἀρχιδαμίδας δὲ μεμφομένων τινῶν Ἑκαταῖον τὸν σοφιστὴν ὅτι παραληφθεὶς εἰς τὸ συσσίτιον οὐδὲν ἔλεγεν, ὁ εἰδώς, ἔφη, λόγον καὶ καιρὸν οἶδεν. ἃ δὲ τῶν πικρῶν ἔφην ἀπομνημονευμάτων οὐκ

p.268
ἀμοιρεῖν χάριτος, τοιαῦτʼ ἐστί. Δημάρατος ἀνθρώπου πονηροῦ κόπτοντος αὐτὸν ἀκαίροις ἐρωτήμασι καὶ δὴ τοῦτο πολλάκις ἐρωτῶντος, τίς ἄριστος Σπαρτιατῶν; ἔφη· ὁ τὶν ἀνομοιότατος

Ἆγις δέ, ἐπαινούντων τινῶν τοὺς Ἠλείους ὡς καλῶς τὰ Ὀλύμπια καὶ δικαίως ἄγοντας, καὶ τί μέγα, ἔφη, Ἠλεῖοι ποιοῦντι διʼ ἐτῶν πέντε ἁμέρᾳ μιᾷ χρώμενοι τᾷ δικαιοσύνᾳ; Θεόπομπος δὲ ξένου τινὸς εὔνοιαν ἐνδεικνυμένου, καὶ φάσκοντος ὡς παρὰ τοῖς αὑτοῦ πολίταις φιλολάκων καλεῖται, κάλλιον ἦν τοι , εἶπεν, ὦ ξένε, φιλοπολίταν καλεῖσθαι.

Πλειστῶναξ δὲ ὁ Παυσανίου, ῥήτορος Ἀθηναίου τοὺς Λακεδαιμονίους ἀμαθεῖς ἀποκαλοῦντος, ὀρθῶς, ἔφη, λέγεις· μόνοι γάρ Ἑλλάνων ἄμμες οὐδὲν κακὸν μεμαθήκαμεν παρʼ ὑμῶν Ἀρχιδαμίδας δὲ πρὸς τὸν πυθόμενον πόσοι εἰσὶ Σπαρτιᾶται, ἱκανοί, εἶπεν, ὦ ξένε, τοὺς κακοὺς ἀπερύκειν.