Romulus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
ὅθεν εἰς ὑποψίαν καὶ διαβολὴν ἐνέπεσε παραλόγως ἀφανισθέντος αὐτοῦ μετʼ ὀλίγον χρόνον. ἠφανίσθη δὲ νώναις Ἰουλίαις ὡς νῦν ὀνομάζουσιν, ὡς δὲ τότε, Κυντιλίαις, οὐδὲν εἰπεῖν βέβαιον οὐδʼ ὁμολογούμενον πυθέσθαι περὶ τῆς τελευτῆς ἀπολιπών, ἀλλʼ ἢ τὸν χρόνον, ὡς προείρηται. δρᾶται γὰρ ἔτι νῦν ὅμοια τῷ τότε πάθει πολλὰ κατὰ τὴν ἡμέραν ἐκείνην.
οὐ δεῖ δὲ θαυμάζειν τὴν ἀσάφειαν, ὅπου Σκηπίωνος Ἀφρικανοῦ μετὰ δεῖπνον οἴκοι τελευτήσαντος οὐκ ἔσχε πίστιν οὐδʼ ἔλεγχον ὁ τρόπος τῆς τελευτῆς, ἀλλʼ οἱ μὲν αὐτομάτως ὄντα φύσει νοσώδη καμεῖν λέγουσιν, οἱ δʼ αὐτὸν ὑφʼ ἑαυτοῦ φαρμάκοις ἀποθανεῖν, οἱ δὲ τοὺς ἐχθροὺς τὴν ἀναπνοὴν ἀπολαβεῖν αὐτοῦ νύκτωρ παρεισπεσόντας.