Romulus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
ἐπεὶ δὲ τοῦ πάππου Νομήτορος ἐν Ἄλβῃ τελευτήσαντος, αὐτῷ βασιλεύειν προσῆκον, εἰς μέσον ἔθηκε τὴν πολιτείαν δημαγωγῶν, καὶ κατʼ ἐνιαυτὸν ἀπεδείκνυεν ἄρχοντα τοῖς Ἀλβανοῖς, ἐδίδαξε δὲ καὶ τοὺς ἐν Ῥώμῃ δυνατοὺς ἀβασίλευτον ζητεῖν καὶ αὐτόνομον πολιτείαν, ἀρχομένους ἐν μέρει καὶ ἄρχοντας. οὐδὲ γὰρ οἱ καλούμενοι πατρίκιοι πραγμάτων μετεῖχον, ἀλλʼ ὄνομα καὶ σχῆμα περιῆν ἔντιμον αὐτοῖς, ἔθους ἕνεκα μᾶλλον ἢ γνώμης ἀθροιζομένοις εἰς τὸ βουλευτήριον·
εἶτα σιγῇ προστάττοντος ἠκροῶντο, καὶ τῷ πρότεροι τὸ δεδογμένον ἐκείνῳ πυθέσθαι τῶν πολλῶν πλέον ἔχοντες ἀπηλλάττοντο. καὶ τἆλλα μὲν ἦν ἐλάττονα· τῆς δὲ γῆς τὴν δορίκτητον αὐτὸς ἐφʼ ἑαυτοῦ δασάμενος τοῖς στρατιώταις, καὶ τοὺς ὁμήρους τοῖς Βηίοις ἀποδούς, οὔτε πεισθέντων οὔτε βουλομένων ἐκείνων, ἔδοξε κομιδῇ τὴν γερουσίαν προπηλακίζειν.