Romulus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τοῦτον ἔσχατον πόλεμον ὁ Ῥωμύλος ἐπολέμησεν. εἶθʼ ὃ πολλοί, μᾶλλον δὲ πλὴν ὀλίγων πάσχουσι πάντες οἱ μεγάλαις καὶ παραλόγοις ἀρθέντες εὐτυχίαις εἰς δύναμιν καὶ ὄγκον, οὐδʼ αὐτὸς διέφυγε παθεῖν, ἀλλʼ ἐκτεθαρρηκὼς τοῖς πράγμασι καὶ βαρυτέρῳ φρονήματι χρώμενος, ἐξίστατο τοῦ δημοτικοῦ, καὶ παρήλλαττεν εἰς μοναρχίαν ἐπαχθῆ καὶ λυποῦσαν ἀπὸ τοῦ σχήματος πρῶτον ᾧ κατεσχημάτιζεν ἑαυτόν.

ἁλουργῆ μὲν γὰρ ἐνεδύετο χιτῶνα καὶ τήβεννον ἐφόρει περιπόρφυρον, ἐν θρόνῳ δʼ ἀνακλίτῳ καθήμενος ἐχρημάτιζεν. ἦσαν δὲ περὶ αὐτὸν ἀεὶ τῶν νέων οἱ καλούμενοι Κέλερες ἀπὸ τῆς περὶ τὰς ὑπουργίας ὀξύτητος. ἐβάδιζον δὲ πρόσθεν ἕτεροι βακτηρίαις ἀνείργοντες τὸν ὄχλον, ὑπεζωσμένοι δʼ ἱμάντας ὥστε συνδεῖν εὐθὺς οὓς προστάξειε.

τὸ δὲ δῆσαι Λατῖνοι πάλαι μὲν λιγᾶρε, νῦν δʼ ἀλλιγᾶρε καλοῦσιν· ὅθεν οἵ τε ῥαβδοῦχοι λικτώρεις αἵ τε ῥάβδοι βάκιλα καλοῦνται διὰ τὸ χρῆσθαι τότε βακτηρίαις. εἰκὸς δὲ λικτώρεις ἐντιθεμένου τοῦ κάππα νῦν ὀνομάζεσθαι, πρότερον [γὰρ] λιτώρεις, ἑλληνιστὶ δὲ λειτουργοὺς ὄντας· λήιτον γὰρ τὸ δημόσιον ἔτι νῦν Ἕλληνες καὶ λαὸν τὸ πλῆθος ὀνομάζουσιν.