Romulus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

αὖθις δὲ περὶ Φιδήνην ἐμαχέσαντο, καὶ τὸ μὲν πλεῖστον ἔργον αὐτοῦ Ῥωμύλου γενέσθαι, τέχνην τε μετὰ τόλμης πᾶσαν ἐπιδειξαμένου, ῥώμῃ τε καὶ ποδωκείᾳ πολὺ δόξαντος ἀνθρωπίνης κρείττονι κεχρῆσθαι, πάντες ὁμολογοῦσι, τὸ δʼ ὑπʼ ἐνίων λεγόμενον κομιδῇ μυθῶδές ἐστι, μᾶλλον δʼ ὅλως ἄπιστον, ὅτι μυρίων καὶ τετρακισχιλίων πεσόντων ὑπερημίσεις ἦσαν οὓς αὐτὸς ἰδίᾳ χειρὶ Ῥωμύλος ἔκτεινεν, ὅπου καὶ Μεσσήνιοι κόμπῳ χρήσασθαι δοκοῦσι περὶ Ἀριστομένους λέγοντες, ὡς τρὶς ἑκατομφόνια θύσειεν ἀπὸ Λακεδαιμονίων.

γενομένης δὲ τῆς τροπῆς, ἀφεὶς φεύγειν τοὺς περιόντας ὁ Ῥωμύλος ἐπʼ αὐτὴν ἐχώρει τὴν πόλιν· οἱ δʼ οὐκ ἠνέσχοντο μεγάλης συμφορᾶς γενομένης, ἀλλὰ δεηθέντες ὁμολογίαν ἐποιήσαντο καὶ φιλίαν εἰς ἔτη ἑκατόν, χώραν τε πολλὴν προέμενοι τῆς ἑαυτῶν, ἣν Σεπτεμπάγιον καλοῦσιν, ὅπερ ἐστὶν ἑπταμόριον, καὶ τῶν παρὰ τὸν ποταμὸν ἐκστάντες ἁλοπηγίων, καὶ πεντήκοντα τῶν ἀρίστων ὁμήρους ἐγχειρίσαντες.

ἐθριάμβευσε δὲ καὶ ἀπὸ τούτων εἰδοῖς Ὀκτωβρίαις, ἄλλους τε πολλοὺς αἰχμαλώτους ἔχων καὶ τὸν ἡγεμόνα τῶν Βηίων, ἄνδρα πρεσβύτην, ἀφρόνως δόξαντα καὶ παρʼ ἡλικίαν ἀπείρως τοῖς πράγμασι κεχρῆσθαι. διὸ καὶ νῦν ἔτι θύοντες ἐπινίκια, γέροντα μὲν ἄγουσι διʼ ἀγορᾶς εἰς Καπιτώλιον ἐν περιπορφύρῳ, βοῦλλαν αὐτῷ παιδικὴν άψαντες, κηρύττει δʼ ὁ κῆρυξ Σαρδιανοὺς ὠνίους. Τυρρηνοὶ γὰρ ἄποικοι Σαρδιανῶν λέγονται, Τυρρηνικὴ δὲ πόλις οἱ Οὐήϊοι.