Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- ἀεί τι καινὸν ἡμέρα παιδεύεται.
- εὗ ἴσθ’, ὅταν τις εὐσεβῶν θύῃ θεοῖς,
- κἂν μικρὰ θύῃ, τυγχάνει σωτηρίας.
- ἢ πολλὰ καὶ δύσγνωστα βουλεύει θεός.
- θεοὺς ἀρέσκου· πᾶν γὰρ ἐκ θεῶν τέλος.
- καὶ τοῖς τεκοῦσιν ἀξίαν τιμὴν νέμειν
- ὡς ἡδὺ πατέρα παισὶν ἤπιον κυρεῖν
- καὶ παῖδας εἶναι πατρὶ μὴ στυγουμένους.
- ἢν οἱ τεκόντες τοῦτο γιγνώσκωσ’ ὅτι
- νέοι ποτ’ ἦσαν, ἠπίως τὴν τῶν τέκνων
- οἴσουσι κύπριν, φύντες οὐ σκαιοὶ φύσιν.
- ὅστις πατὴρ πρὸς παῖδας ἐκβαίνει πικρός,
- τὸ γῆρας οὗτος ἑρματίζεται βαρύ.
- ὦ πάτερ, ἐχρῆν μὲν οὓς ἐγὼ λόγους λέγω,
- τούτους λέγειν σε· καὶ γὰρ ἁρμόζει φρονεῖν
- σὲ μᾶλλον ἢ ἐμὲ καὶ λέγειν ὅπου τι δεῖ·
- ἐπεὶ δ’ ἀφῆκας, λοιπόν ἐστ’ ἴσως ἐμὲ
- ἐκ τῆς ἀνάγκης τά γε δίκαι’ αὐτὴν λέγειν.
- ἐκεῖνος εἰ μὲν μεῖζον ἠδίκηκέ τι,
- οὐκ ἐμὲ προσήκει λαμβάνειν τούτων δίκην·
- ἃ δ’ εἰς ἔμ’ ἡμάρτηκεν αἰσθέσθαι με δεῖ.
- ἀλλ’ ἀγνοῶ δὴ τυχὸν ἴσως ἄφρων ἐγὼ
- οὖσ’, οὐκ ἂν ἀντείποιμι· καίτοι γ’, ὦ πάτερ,
- εἰ τἄλλα κρίνειν ἐστὶν ἀνόητον γυνή,
- περὶ τῶν γ’ ἑαυτῆς πραγμάτων ἴσως φρονεῖ . . .
- ἔστω δ’ ὃ βούλει· τοῦτο τί μ’ ἀδικεῖ, λέγε.
- ἔστ’ ἀνδρὶ καὶ γυναικὶ κείμενος νόμος,
- τῷ μὲν διὰ τέλους ἣν ἔχει στέργειν ἀεί,
- τῇ δ’ ὅσ’ ἂν ἀρέσκῃ τἀνδρὶ ταῦτ’ αὐτὴν ποεῖν.
- γέγονεν ἐκεῖνος εἰς ἔμ’ οἷον ἠξίουν,
- ἐμοί τ’ ἀρέσκει πάνθ’ ἃ κἀκείνῳ, πάτερ.
- ἀλλ’ ἔστ’ ἐμοὶ μὲν χρηστός, ἠπόρηκε δέ.
- σὺ δ’ ἀνδρί μ’, ὡς φής, ἐκδίδως νῦν πλουσίῳ,
- ἵνα μὴ καταζῶ τὸν βίον λυπουμένη.
- καὶ ποῦ τοσαῦτα χρήματ’ ἐστίν, ὦ πάτερ,
- ἃ μᾶλλον ἀνδρὸς εὐφρανεῖ παρόντα με;
- ἢ πῶς δίκαιόν ἐστιν ἢ καλῶς ἔχον
- τῶν μὲν ἀγαθῶν με τὸ μέρος ὧν εἶχεν λαβεῖν,
- τοῦ συναπορηθῆναι δὲ μὴ λαβεῖν μέρος;
- φέρ’ ἢν ὁ νῦν 〈δὴ〉 λαμβάνειν μέλλων μ’ ἀνήρ,
- ὃ μὴ γένοιτο, Ζεῦ φίλ’, οὐδ’ ἔσται ποτέ,
- οὐκ οὖν θελούσης οὐδὲ δυναμένης ἐμοῦ,
- ἢν οὗτος αὖθις ἀποβάλῃ τὴν οὐσίαν,
- ἑτέρῳ με δώσεις ἀνδρί; κᾆτ’ ἐὰν πάλιν
- ἐκεῖνος, ἑτέρῳ; μέχρι πόσου τὴν τῆς τύχης,
- πάτερ, σὺ λήψῃ πεῖραν ἐν τὠμῷ βίῳ;
- ὅτ’ ἦν ἐγὼ παῖς, τότε σε χρῆν ζητεῖν ἐμοὶ
- ἄνδρ’ ᾧ με δώσεις· σὴ γὰρ ἦν τόθ’ αἵρεσις·
- ἐπεὶ δ’ ἅπαξ δέδωκας, ἤδη ἐστίν, πάτερ,
- ἐμὸν σκοπεῖν τοῦτ’, εἰκότως· μὴ γὰρ καλῶς
- κρίνασ’ ἐμαυτῆς τὸν ἴδιον βλάψω βίον.
- ταῦτ’ ἔστιν· ὥστε μή με, πρὸς τῆς ἑστίας,
- ἀποστερήσῃς ἀνδρὸς ᾧ συνῴκισας·
- χάριν δικαίαν καὶ φιλάνθρωπον, πάτερ,
- αἰτῶ σε ταύτην. εἰ δὲ μή, σὺ μὲν βίᾳ
- πράξεις ἃ βούλει· τὴν δ’ ἐμὴν ἐγὼ τύχην
- πειράσομ’ ὡς δεῖ μὴ μετ’ αἰσχύνης φέρειν.
- Δήμητρος λάτριν
- εὔξῃ τοιοῦτον ἄνδρα σοι παρεστάναι.
- μικρὸν φρονεῖν χρὴ τὸν κακῶς πεπραγότα.
- τίς δ’ ἔστι δοῦλος τοῦ θανεῖν ἄφροντις ὤν;
- ἐγὼ δ’
- οὐδὲν πρεσβύτερον νομίζω
- τᾶς σωφροσύνας, ἐπεὶ
- τοῖς ἀγαθοῖς ἀεὶ ξύνεστιν.
- τιμᾶν τὰν τέτασθε, πλούτῳ δ’ ἀρετὰν κατεργάσασθαι
- δοκεῖτ’, ἐν ἐσθλοῖς δὲ καθήσεσθ’ ἄνολβοι.
- φεῦ, τοῖσι γενναίοισιν ὡς ἅπαν καλόν.
- . . ἄλλ’ ἐπ’ ἄλλῃ φάρμακον κεῖται νόσῳ·
- λυπουμένῳ μὲν μῦθος εὐμενὴς φίλων,
- ἄγαν δὲ μωραίνοντι νουθετήματα.
- μηδ’ εὐτύχημα μηδὲν ὧδ’ ἔστω μέγα,
- ὃ σ’ ἐξεπαρεῖ μεῖζον ἢ χρεὼν φρονεῖν,
- μηδ’ ἤν τι συμβῇ δυσχερές, δουλοῦ πάλιν·
- ἀλλ’ αὑτὸς αἰεὶ μίμνε τὴν σαυτοῦ φύσιν
- σῴζων βεβαίως ὥστε χρυσὸς ἐν πυρί.
- ἐγὼ δὲ 〈ταῦτα〉 παρὰ σοφοῦ τινος μαθὼν
- εἰς φροντίδας νοῦν συμφοράς τ’ ἐβαλλόμην,
- φυγάς τ’ ἐμαυτῷ προστιθεὶς πάτρας ἐμῆς
- θανάτους τ’ ἀώρους καὶ κακῶν ἄλλας ὁδούς,
- ἵν’ εἴ τι πάσχοιμ’ ὧν ἐδόξαζον φρενί,
- μή μοι νεῶρες προσπεσὸν μᾶλλον δάκοι.
- ὅστις δ’ ἀνάγκῃ συγκεχώρηκεν βροτῶν,
- σοφὸς παρ’ ἡμῖν καὶ τὰ θεῖ’ ἐπίσταται.