Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- Ἑκάβη, τὸ θεῖον ὡς ἄελπτον ἔρχεται
- θνητοῖσιν, ἕλκει δ’ οὔποτ’ ἐκ ταὐτοῦ τύχας.
- ἄρρητος κόρη
- ἥκω δ’ ἀτενὴς ἀπ’ οἴκων
- οὐδὲ πυνθάνεσθε ταῦτ’, ὦ παρθένοι, τἀν τῇ πόλει;
- ὁ φόβος, ὅταν τις αἵματος μέλλῃ πέρι
- λέγειν καταστὰς εἰς ἀγῶν’ ἐναντίον,
- τό τε στόμ’ εἰς ἔκπληξιν ἀνθρώπων ἄγει
- τὸν νοῦν τ’ ἀπείργει μὴ λέγειν ἃ βούλεται.
- τῷ μὲν γὰρ ἔνι κίνδυνος, ὃ δ’ ἀθῷος μένει.
- ὅμως δ’ ἀγῶνα τόνδε δεῖ μ’ ὑπεκδραμεῖν·
- ψυχὴν γὰρ ἆθλα κειμένην ἐμὴν ὁρῶ.
- 〈Α.〉 μητέρα κατέκταν τὴν ἐμήν, βραχὺς λόγος.
- 〈Φ.〉 ἑκὼν ἑκοῦσαν ἢ 〈οὐ〉 θέλουσαν οὐχ ἑκών;
- μάλιστα μέν μ’ ἐπῆρ’ ἐπισκήψας πατήρ,
- ὅθ’ ἅρματ’ εἰσέβαινεν εἰς Θήβας ἰών.
- ὃς Οἰδίπουν ἀπώλεσ’, Οἰδίπους δ’ ἐμέ,
- χρυσοῦν ἐνεγκὼν ὅρμον εἰς Ἄργους πόλιν.
- αἷμα γὰρ σόν, μῆτερ, ἀπενίψατο
- χαῖρ’, ὦ γεραιέ· τήν τε παῖδ’ ἐκδοὺς ἐμοὶ
- γαμβρὸς νομίζῃ καὶ πατὴρ σωτήρ τ’ ἐμός.
- ἀργαίνειν
- φίλαι φίλαι,
- πρόβατε, μόλε τις ὧδε· ποδαπὸς ὁ ξένος
- Κορινθίοις ἔμολεν ἀγχίαλος;
- ὦ παῖ Κρέοντος, ὡς ἀληθὲς ἦν ἄρα,
- ἐσθλῶν ἀπ’ ἀνδρῶν ἐσθλὰ γίγνεσθαι τέκνα,
- κακῶν δ’ ὅμοια τῇ φύσει τῇ τοῦ πατρός.
- ὁρᾶτε τὸν τύραννον ὡς ἄπαις γέρων
- φεύγει· φρονεῖν δὲ θνητὸν ὄντ’ οὐ χρὴ μέγα.
- ἀπαιώνιστον
- γυναῖκα καὶ ὠφελίαν
- καὶ νόσον ἀνδρὶ φέρειν
- μεγίσταν ἐδίδαξα τὠμῷ λόγῳ.
- βροτοῖς τὰ μείζω τῶν μέσων τίκτει νόσους·
- θεῶν δὲ θνητοὺς κόσμον οὐ πρέπει φέρειν.
- φεῦ 〈φεῦ〉, τὰ μεγάλα μεγάλα καὶ πάσχει κακά.
- ταπεινὰ γὰρ χρὴ τοὺς κακῶς πεπραγότας
- λέγειν, ἐς ὄγκον δ’ οὐκ ἄνω βλέπειν τύχης.
- τὰ τῶν τεκόντων ὡς μετέρχεται θεὸς
- μιάσματα