Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- τεκμαιρόμεσθα τοῖς παροῦσι τἀφανῆ.
- ὅστις δὲ θνητῶν βούλεται δυσώνυμον
- εἰς γῆρας ἐλθεῖν, οὐ λογίζεται καλῶς·
- μακρὸς γὰρ αἰὼν μυρίους τίκτει πόνους.
- ὁ πλεῖστα πράσσων πλεῖσθ’ ἁμαρτάνει βροτῶν.
- ἐγὼ μὲν εὖτ’ ἂν τοὺς κακοὺς ὁρῶ βροτῶν
- πίπτοντας, εἶναι φημὶ δαιμόνων γένος.
- τὰ τῆς γε λήθης φάρμακ’ ὀρθώσας μόνος,
- ἄφωνα φωνήεντα συλλαβὰς τιθεὶς
- ἐξηῦρον ἀνθρώποισι γράμματ’ εἰδέναι,
- ὥστ’ οὐ παρόντα ποντίας ὑπὲρ πλακὸς
- τἀκεῖ κατ’ οἴκους πάντ’ ἐπίστασθαι καλῶς,
- παισίν τ’ ἀποθνῄσκοντα χρημάτων μέτρον
- γράψαντας εἰπεῖν, τὸν λαβόντα δ’ εἰδέναι.
- ἃ δ’ εἰς ἔριν πίπτουσιν ἀνθρώποις κακὰ
- δέλτος διαιρεῖ, κοὐκ ἐᾷ ψευδῆ λέγειν.
- πάλαι πάλαι δή σ’ ἐξερωτῆσαι θέλων,
- σχολή μ’ ἀπεῖργε
- Ἀγάμεμνον, ἀνθρώποισι πᾶσιν αἱ τύχαι
- μορφὴν ἔχουσι, συντρέχει δ’ εἰς ἓν τόδε·
- τούτου δὲ πάντες, οἵ τε μουσικῆς φίλοι
- ὅσοι τε χωρὶς ζῶσι, χρημάτων ὕπερ
- μοχθοῦσιν, ὃς δ’ ἂν πλεῖστ’ ἔχῃ σοφώτατος.
- στρατηλάται τἄν μυρίοι γενοίμεθα,
- σοφὸς δ’ ἂν εἷς τις ἢ δύ’ ἐν μακρῷ χρόνῳ.
- εἰ τῶν πολιτῶν οἶσι νῦν πιστεύομεν,
- τούτοις ἀπιστήσαιμεν, οἷς δ’ οὐ χρώμεθα,
- τούτοισι χρησαίμεσθ’, ἴσως σωθεῖμεν ἄν.
- ὅστις λέγει μὲν εὖ, τὰ δ’ ἔργ’ ἐφ’ οἷς λέγει
- αἴσχρ’ ἐστί, τούτου τὸ σοφὸν οὐκ αἰνῶ ποτέ.
- εἷς τοι δίκαιος μυρίων οὐκ ἐνδίκων
- κρατεῖ τὸ θεῖον τὴν δίκην τε συλλαβών.
- τοῦ γὰρ δικαίου κὰν βροτοῖσι κἀν θεοῖς
- ἀθάνατος ἀεὶ δόξα διατελεῖ μόνου.
- Θύσαν Διονύσου
- κόραν, ὃς ἀν’ Ἴδαν
- τέρπεται σὺν ματρὶ φίλᾳ
- τυμπάνων 〈ἐπ’〉 ἰαχαῖς
- . . . κώπην χρυσόκολλον
- ἐκάνετ’ ἐκάνετε τὰν
- πάνσοφον, ὦ Δαναοί,
- τὰν οὐδέν’ ἀλγύνουσαν ἀηδόνα μουσᾶν.
- ἔμβολα
- ἐμοὶ πατρὶς μὲν Ἄργος, ὄὔομα δ’ Ἡρακλῆς,
- θεῶν δὲ πάντων πατρὸς ἐξέφυν Διός·
- ἐμῇ γὰρ ἦλθε μητρὶ κεδνὸν εἰς λέχος
- Ζεύς, ὡς λέλεκται τῆς ἀληθείας ὕπο.
- ἥκω δὲ δεῦρο πρὸς βίαν Εὐρυσθέως.
- ἵνα πλημοχόας τάσδ’ εἰς χθόνιον
- χάσμ’ εὐφήμως προχέωμεν
- σὲ τὸν αὐτοφυᾶ τὸν ἐν αἰθερίῳ
- ῥύμβῳ πάντων φύσιν ἐμπλέξανθ’,
- ὃν πέρι μὲν φῶς, πέρι δ’ ὀρφναία
- νὺξ αἰολόχρως, ἄκριτός τ’ ἄστρων
- ὄχλος ἐνδελεχῶς ἀμφιχορεύει
- ἀκάμας τε χρόνος περί γ’ ἀενάῳ
- ῥεύματι πλήρης φοιτᾷ τίκτων
- αὐτὸς ἑαυτόν, δίδυμοί τ’ ἄρκτοι
- ταῖς ὠκυπλάνοις πτερύγων ῥιπαῖς
- τὸν Ἀτλάντειον τηροῦσι πόλον