Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. γύναι, καλὸν μὲν φέγγος ἡλίου τόδε,
  2. καλὸν δὲ πόντου χεῦμ’ ἰδεῖν εὐήνεμον,
  3. γῆ τ’ ἠρινὸν θάλλουσα πλούσιόν θ’ ὕδωρ,
  4. πολλῶν τ’ ἔπαινον ἔστι μοι λέξαι καλῶν·
  5. ἀλλ’ οὐδὲν οὕτω λαμπρὸν οὐδ’ ἰδεῖν καλὸν
  6. ὡς τοῖς ἄπαισι καὶ πόθῳ δεδηγμένοις
  7. παίδων νεογνῶν ἐν δόμοις ἰδεῖν θάλος.
  1. καὶ νῦν παραινῶ πᾶσι τοῖς νεωτέροις
  2. μὴ πρὸς τὸ γῆρας ἀναβολὰς ποιουμένους
  3. σχολῇ τεκνοῦσθαι παῖδας· οὐ γὰρ ἡδονή,
  4. γυναικί τ’ ἐχθρὸν χρῆμα πρεσβύτης ἀνήρ·
  5. ἀλλ’ ὡς τάχιστα. καὶ γὰρ ἐκτροφαὶ καλαὶ
  6. καὶ συννεάζων ἡδὺ παῖς νέῳ πατρί.
  1. γυνὴ γὰρ ἐξελθοῦσα πατρῴων δόμων
  2. οὐ τῶν τεκόντων ἐστίν, ἀλλὰ τοῦ λέχους·
  3. τὸ δ’ ἄρσεν ἕστηκ’ ἐν δόμοις ἀεὶ γένος
  4. θεῶν πατρῴων καὶ τάφων τιμάορον.
  1. συμμαρτυρῶ σοι· πανταχοῦ λελείμμεθα
  2. πᾶσαι γυναῖκες ἀρσένων ἀεὶ δίχα.
  1. οὐκ ἔστιν οὔτε τεῖχος οὔτε χρήματα
  2. οὔτ’ ἄλλο δυσφύλακτον οὐδὲν ὡς γυνή.
  1. ἦν γάρ τις αἶνος, ὡς γυναιξὶ μὲν τέχναι
  2. μέλουσι, λόγχῃ δ’ ἄνδρες εὐστοχώτεροι.
  3. εἰ γὰρ δόλοισιν ἦν τὸ νικητήριον,
  4. ἡμεῖς ἂν ἀνδρῶν εἴχομεν τυραννίδα.
  1. ἔρως γὰρ ἀργὸν κἀπὶ τοιούτοις ἔφυ·
  2. φιλεῖ κάτοπτρα καὶ κόμης ξανθίσματα,
  3. φεύγει δὲ μόχθους. ἓν δέ μοι τεκμήριον·
  4. οὐδεὶς προσαιτῶν βίοτον ἠράσθη βροτῶν,
  5. ἐν τοῖς δ’ ἔχουσιν ἡβητὴς πέφυχ’ ὅδε.
  1. τάχ’ ἂν πρὸς ἀγκάλαισι καὶ στέρνοις ἐμοῖς
  2. πηδῶν ἀθύροι καὶ φιλημάτων ὄχλῳ
  3. ψυχὴν ἐμὴν κτήσαιτο· ταῦτα γὰρ βροτοῖς
  4. φίλτρον μέγιστον, αἱ ξυνουσίαι, πάτερ.
  1. ὦ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς,
  2. ὡς οὔτε μήτηρ ἡδονὰς τοίας ἔχει,
  3. οὐ παῖδες ἀνθρώποισιν, οὐ φίλος πατήρ,
  4. οἵας σὺ χοὶ σὲ δώμασιν κεκτημένοι.
  5. εἰ δ’ ἡ Κύπρις τοιοῦτον ὀφθαλμοῖς ὁρᾷ,
  6. οὐ θαῦμ’ ἔρωτας μυρίους αὐτὴν τρέφειν.
  1. κρείσσων γὰρ οὔτις χρημάτων πέφυκ’ ἀνήρ,
  2. πλὴν εἴ τις· ὅστις δ’ οὗτός ἐστιν οὐχ ὁρῶ.
  1. ἀρ’ οἶσθ’ ὁθούνεχ’ οἱ μὲν εὐγενεῖς βροτῶν
  2. πένητες ὄντες οὐδὲν ἀλφάνουσ’ ἔτι,
  3. οἳ δ’ οὐδὲν ἦσαν πρόσθεν, ὄλβιοι δὲ νῦν,
  4. δόξαν φέρονται τοῦ νομίσματος χάριν
  5. καὶ συμπλέκοντες σπέρμα καὶ γάμους τέκνων;
  6. δοῦναι δὲ πᾶς τις μᾶλλον ὀλβίῳ κακῷ
  7. πρόθυμός ἐστιν ἢ πένητι κἀγαθῷ.
  8. κακὸς δ’ ὁ μὴ ἔχων, οἱ δ’ ἔχοντες ὄλβιοι.
  1. φιλοῦσι γάρ τοι τῶν μὲν ὀλβίων βροτοὶ
  2. σοφοὺς τίθεσθαι τοὺς λόγους, ὅταν δέ τις
  3. λειτῶν ἀπ’ οἴκων εὖ λέγῃ πένης ἀνήρ,
  4. γελᾶν· ἐγὼ δὲ πολλάκις σοφωτέρους
  5. πένητας ἄνδρας εἰσορῶ τῶν πλουσίων
  6. καὶ 〈τοὺς〉 θεοῖσι μικρὰ θύοντας τέλη
  7. τῶν βουθυτούντων ὄντας εὐσεβεστέρους.
  1. ὅστις δόμους μὲν ἥδεται πληρουμένους,
  2. γαστρὸς δ’ ἀφαιρῶν σῶμα δύστηνος κακοῖ,
  3. τοῦτον νομίζω κἂν θεῶν συλᾶν βρέτη
  4. τοῖς φιλτάτοις τε πολέμιον πεφυκέναι.
  1. φεῦ, τοῖσι γενναίοισιν ὡς ἁπανταχοῦ
  2. πρέπει χαρακτὴρ χρηστὸς εἰς εὐψυχίαν.