Fragmenta

Euripides

Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.

  1. θάρσος δὲ πρὸς τὰς συμφορὰς μέγα σθένει.
  1. οὐδέποτ’ εὐτυχίαν κακοῦ ἀνδρὸς ὑπέρφρονά τ’ ὄλβον
  2. βέβαιον εἰκάσαι χρεών,
  3. οὐδ’ ἀδίκων γενεάν· ὁ γὰρ οὐδενὸς ἐκφὺς
  4. χρόνος δικαίους ἐπάγων κανόνας
  5. δείκνυσιν ἀνθρώπων κακότητας ἐμοί.
  1. ποῦ δή τὸ σαφὲς θνατοῖσι βιοτᾶς;
  2. θοαῖσι μὲν ναυσὶ πόρον πνοαὶ κατὰ βένθος ἅλιον
  3. ἰθύνουσι· τύχας δὲ θνητῶν
  4. τὸ μὲν μέγ’ εἰς οὐδὲν ὁ πολὺς χρόνος
  5. μεθίστησι, τὸ δὲ μεῖον αὔξων
  1. καὶ ξεστὸν ὄχθον Δαναϊδῶν ἑδρασμάτων
  2. στὰς ἐν μέσοισιν εἶπε κηρύκων . .
  1. ἄγ’, ὦ φίλον μοι Πηγάσου πτερόν. .
  1. ἴθι χρυσοχάλιν’ αἴρων πτέρυγας
  1. πάρες, ὦ σκιερὰ φυλλάς, ὑπερβῶ·
  2. κρηναῖα νάπη· τὸν ὑπὲρ κεφαλῆς
  3. αἰθέρ’ ἰδέσθαι σπεύδω, τίν’ ἔχει
  4. στάσιν Εἰνοδία.
  1. ἔπτησσ’ ὑπείκων μᾶλλον, εἰ μᾶλλον θέλοι
  1. κομίζετ’ εἴσω τόνδε τὸν δυσδαίμονα.
  1. ἦσθ’ εἰς θεοὺς μὲν εὐσεβής, ὅτ’ ἦσθ’, ἀεὶ
  2. ξένοις τ’ ἐπήρκεις οὐδ’ ἔκαμνες εἰς φίλους.
  1. ὑφ’ ἅρματ’ ἐλθὼν Ζηνὸς ἀστραπηφορεῖ.
  1. δούλῳ γὰρ οὐχ οἷόν τε τἀληθῆ λέγειν,
  2. εἰ δεσπόταισι μὴ πρέποντα τυγχάνοι.
  1. ἁγνίσαι
  1. ἀτρεκήσασα