Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- ἀρκεσίγυιος
- ἐμβριμώμενος
- εὐπαιδευσία
- θυστάς
- Ξάνθιος
- ξενοφόνον
- ἐπροξένει
- ῥαχίζειν
- χνοῦν
- ἄρχεσθαι χρεὼν
- κακοὺς ὑπ’ ἐσθλῶν καὶ κλύειν τῶν κρεισσόνων.
- νῦν εὐσέληνον φέγγος ἡ διφρήλατος
- ὦ τοῦ μεγίστου Ζηνὸς ἄλκιμον τέκος
- Παλλάς, τί δρῶμεν; οὐκ ἐχρῆν ἡμᾶς ἔτι
- μέλλειν Ἀχαιῶν ὠφελεῖν στρατεύματα.
- νῦν γὰρ κακῶς πράσσουσιν ἐν μάχῃ δορὸς
- λόγχῃ βιαίως Ἕκτορος στροβούμενοι.
- ἐμοὶ γὰρ οὐδὲν ἔστιν ἀλγέων ἄκος,
- ἐξ οὗ γ’ ἔκρινε Κύπριν Ἀλέξανδρος θεὰν
- κάλλει προήκειν τῆς ἐμῆς εὐμορφίας
- καὶ σῆς, Ἀθάνα, φιλτάτης ἐμοὶ θεῶν,
- εἰ μὴ κατασκαφεῖσαν ὄψομαι πόλιν
- Πριάμου βίᾳ πρόρριζον ἐκτετριμμένην.
- Ζεὺς ἐν θεοῖσι μάντις ἀψευδέστατος
- καὶ τέλος αὐτὸς ἔχει.
- κρίμνη σεαυτὴν ἐκ μέσης ἀντηρίδος