Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- ἐὰν ἴδῃς πρὸς ὕψος ἠρμένον τινὰ
- λαμπρῷ τε πλούτῳ καὶ γένει γαυρούμενον
- ὀφρύν τε μείζω τῆς τύχης ἐπηρκότα,
- τούτου ταχεῖαν νέμεσιν εὐθὺς προσδόκα.
- κρινεῖ τίς αὑτὸν πώποτ’ ἀνθρώπων μέγαν,
- ὃν ἐξαλείφει πρόφασις ἡ τυχοῦσ’ ὅλον;
- ἅπαντές ἐσμεν εἰς τὸ νουθετεῖν σοφοί,
- αὐτοὶ δ’ ἁμαρτάνοντες οὐ γιγνώσκομεν.
- οὐδεὶς ἔπαινον ἡδοναῖς ἐκτήσατο.
- οὔτ’ ἐκ χερὸς μεθέντα καρτερὸν λίθον
- ῥᾷον κατασχεῖν οὔτ’ ἀπὸ γλώσσης λόγον.
- μὴ κάμνε πατρίδα σὴν λαβεῖν πειρώμενος.
- πολλοῦ γὰρ χρυσοῦ καὶ πλούτου
- κρείσσων πάτρα σώφρονι ναίειν.
- τὸ δὲ σύντροφον ἁδύ τι θνητοῖς
- ἐν βίῳ χωρεῖ.
- ἅπας μὲν ἀὴρ αἰετῷ περάσιμος,
- ἅπασα δὲ χθὼν ἀνδρὶ γενναίῳ πατρίς.
- οὐκ ἔστιν οὐδὲν τῶν ἐν ἀνθρώποις ἴσον·
- χρῆν γὰρ τύχας μὲν τὰς μάτην πλανωμένας
- μηδὲν δύνασθαι, τἀμφανῆ δ’ ὑψήλ’ ἄγειν.
- ὅστις κατ’ ἰσχὺν πρῶτος ὢν ἠτάζετο
- ἢ τόξα πάλλων ἢ μάχῃ δορὸς σθένων,
- τοῦτον τυραννεῖν τῶν κακιόνων ἐχρῆν.
- ἐγὼ γὰρ ὅστις μὴ δίκαιος ὢν ἀνὴρ
- βωμὸν προσίζει, τὸν νόμον χαίρειν ἐῶν
- πρὸς τὴν δίκην ἄγοιμ’ ἂν οὐ τρέσας θεούς·
- κακὸν γὰρ ἄνδρα χρὴ κακῶς πάσχειν ἀεί.
- ἀλλ’ οὐ πρέπει τύραννον, ὡς ἐγὼ φρονῶ,
- οὐδ’ ἄνδρα χρηστὸν νεῖκος αἴρεσθαι κακοῖς·
- τιμὴ γὰρ αὕτη τοῖσιν ἀσθενεστέροις.
- σὺν τοῖσι δεινοῖς αὔξεται κλέος βροτοῖς.
- νεανίας γὰρ ὅστις ὢν Ἄρη στυγῇ,
- κόμη μόνον καὶ σάρκες, ἔργα δ’ οὐδαμοῦ.
- ὁρᾷς τὸν εὐτράπεζον ὡς ἡδὺς βίος
- ὃ τ’ ὄλβος ἔξωθέν τίς ἐστι πραγμάτων·
- ἀλλ’ οὐκ ἔνεστι στέφανος οὐδ’ εὐανδρία,
- εἰ μή τι καὶ τολμῶσι κινδύνου μέτα·
- οἱ γὰρ πόνοι τίκτουσι τὴν εὐανδρίαν,
- ἡ δ’ εὐλάβεια σκότον ἔχει καθ’ Ἑλλάδα,
- τὸ διαβιῶναι μόνον ἀεὶ θηρωμένη.
- μισῶ δ’ ὅταν τις καὶ χθουὸς στρατηλάτης
- μὴ πᾶσι πάντων προσφέρῃ μειλίγματα.