Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- τὰ πλεῖστα θνητοῖς τῶν κακῶν αὐθαίρετα.
- παῖς ὢν φυλάσσου πραγμάτων αἰσχρῶν ἄπο·
- ὡς ἢν τραφῇ τις μὴ κακῶς, αἰσχύνεται
- ἀνὴρ γενόμενος αἰσχρὰ δρᾶν· νέος δ’ ὅταν
- πόλλ’ ἐξαμάρτῃ, τὴν ἁμαρτίαν ἔχει
- εἰς γῆρας αὑτοῦ τοῖς τρόποισιν ἔμφυτον.
- ὅστις νέος ὢν μουσῶν ἀμελεῖ,
- τόν τε παρελθόντ’ ἀπόλωλε χρόνον
- καὶ τὸν μέλλοντα τέθνηκεν.
- οὐκ ἔστιν ἀρετῆς κτῆμα τιμιώτερον·
- οὐ γὰρ πέφυκε δοῦλον οὔτε χρημάτων
- οὔτ’ εὐγενείας οὔτε θωπείας ὄχλου.
- ἀρετὴ δ’ ὅσῳ περ μᾶλλον ἂν χρῆσθαι θέλῃς,
- τοσῷδε μείζων αὔξεται τελουμένη.
- ἀρετὴ μέγιστον τῶν ἐν ἀνθρώποις καλόν.
- τὸ μὴ εἰδέναι σε μηδὲν ὧν ἁμαρτάνεις,
- ἔκκαυμα τόλμης ἱκανόν ἐστι καὶ θράσους.
- τὸ δ’ ὠκὺ τοῦτο καὶ τὸ λαιψηρὸν φρενῶν
- εἰς συμφορὰν καθῆκε πολλὰ δὴ βροτούς.
- εὖ γὰρ τόδ’ ἴσθι, κεῖ σ’ ἐλάνθανεν πάρος,
- τὸ σκαιὸν εἶναι πρῶτ’ ἀμουσίαν ἔχει.
- φεῦ φεῦ, τὸ νικᾶν τἄνδιχ’ ὡς καλὸν γέρας,
- τὰ μὴ δίκαια δ’ ὡς ἀπανταχοῦ κακόν·
- καὶ γλῶσσα φλαύρα καὶ φθόνος τοῦ μὴ φθονεῖν
- ὅσῳ κάκιον μὴ καλῶς ὠγκωμένοις.
- δύστηνος ὅστις τὰ καλὰ καὶ ψευδῆ λέγων
- οὐ τοῖσδε χρῆται τοῖς καλοῖς ἀληθέσιν.
- πότερα θέλεις σοι μαλθακὰ ψευδῆ λέγω
- ἢ σκλήρ’ ἀληθῆ; φράζε· σὴ γὰρ ἡ κρίσις.
- ἀτὰρ σιωπᾶν τά γε δίκαι’ οὐ χρή ποτε.
- ὀργαὶ γὰρ ἀνθρώποισι συμφορᾶς ὕπο
- δειναί, πλάνος τε καρδίᾳ προσίσταται.
- ὁ θυμὸς ἀλγῶν ἀσφάλειαν οὐκ ἔχει.