Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. νῦν δʼ οὐδέν εἰμι, παρὰ δὲ τοῖς στρατηλάταις
  2. ἐν εὐμαρεῖ με δρᾶν τε καὶ μὴ δρᾶν κακῶς.
  3. τάχʼ εἴσεται σίδηρος, ὃν πρὶν ἐς Φρύγας
  4. ἐλθεῖν, φόνου κηλῖσιν αἵματι χρανῶ,
  5. εἴ τίς με τὴν σὴν θυγατέρʼ ἐξαιρήσεται.
  6. ἀλλʼ ἡσύχαζε· θεὸς ἐγὼ πέφηνά σοι
  7. μέγιστος, οὐκ ὤν· ἀλλʼ ὅμως γενήσομαι.
Χορός
  1. ἔλεξας, ὦ παῖ Πηλέως, σοῦ τʼ ἄξια
  2. καὶ τῆς ἐναλίας δαίμονος, σεμνῆς θεοῦ.