Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- οὐ τῶν γάμων ἕκατι — μυρίαι κόραι
- θηρῶσι λέκτρον τοὐμόν — εἴρηται τόδε·
- ἀλλʼ ὕβριν ἐς ἡμᾶς ὕβρισʼ Ἀγαμέμνων ἄναξ.
- χρῆν δʼ αὐτὸν αἰτεῖν τοὐμὸν ὄνομʼ ἐμοῦ πάρα,
- θήραμα παιδός· ἡ Κλυταιμήστρα δʼ ἐμοὶ
- μάλιστʼ ἐπείσθη θυγατέρʼ ἐκδοῦναι πόσει.
- ἔδωκά τἂν Ἕλλησιν, εἰ πρὸς Ἴλιον
- ἐν τῷδʼ ἔκαμνε νόστος· οὐκ ἠρνούμεθʼ ἂν
- τὸ κοινὸν αὔξειν ὧν μέτʼ ἐστρατευόμην.