Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. εἰ διʼ ἔμʼ ὀλεῖται διά τε τοὺς ἐμοὺς γάμους
  2. ἡ δεινὰ τλᾶσα κοὐκ ἀνεκτὰ παρθένος,
  3. θαυμαστὰ δʼ ὡς ἀνάξιʼ ἠτιμασμένη.
  4. ἐγὼ κάκιστος ἦν ἄρʼ Ἀργείων ἀνήρ,
  5. ἐγὼ τὸ μηδέν, Μενέλεως δʼ ἐν ἀνδράσιν,
  6. ὡς οὐχὶ Πηλέως, ἀλλʼ ἀλάστορος γεγώς,
  7. εἴπερ φονεύει τοὐμὸν ὄνομα σῷ πόσει.
  8. μὰ τὸν διʼ ὑγρῶν κυμάτων τεθραμμένον
  9. Νηρέα, φυτουργὸν Θέτιδος ἥ μʼ ἐγείνατο,