Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. σὲ δʼ, ὦ σχέτλια παθοῦσα πρὸς τῶν φιλτάτων,
  2. ἃ δὴ κατʼ ἄνδρα γίγνεται νεανίαν,
  3. τοσοῦτον οἶκτον περιβαλὼν καταστελῶ,
  4. κοὔποτε κόρη σὴ πρὸς πατρὸς σφαγήσεται,
  5. ἐμὴ φατισθεῖσʼ· οὐ γὰρ ἐμπλέκειν πλοκὰς
  6. ἐγὼ παρέξω σῷ πόσει τοὐμὸν δέμας.
  7. τοὔνομα γάρ, εἰ καὶ μὴ σίδηρον ἤρατο,
  8. τοὐμὸν φονεύσει παῖδα σήν. τὸ δʼ αἴτιον
  9. πόσις σός. ἁγνὸν δʼ οὐκέτʼ ἐστὶ σῶμʼ ἐμόν,