Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἐγὼ παρέξω φῶς ὃ νυμφίοις πρέπει.
- οὐχ ὁ νόμος οὗτος οὐδὲ φαῦλʼ ἡγητέα.
- οὐ καλὸν ἐν ὄχλῳ σʼ ἐξομιλεῖσθαι στρατοῦ.
- καλὸν τεκοῦσαν τἀμά μʼ ἐκδοῦναι τέκνα.
- καὶ τάς γʼ ἐν οἴκῳ μὴ μόνας εἶναι κόρας.
- ὀχυροῖσι παρθενῶσι φρουροῦνται καλῶς.
- πιθοῦ.
- μὰ τὴν ἄνασσαν Ἀργείαν θεάν.
- ἐλθὼν δὲ τἄξω πρᾶσσε, τἀν δόμοις δʼ ἐγώ,
- ἃ χρὴ παρεῖναι νυμφίοισι παρθένοις.
- οἴμοι· μάτην ᾖξʼ, ἐλπίδος δʼ ἀπεσφάλην,
- ἐξ ὀμμάτων δάμαρτʼ ἀποστεῖλαι θέλων.
- σοφίζομαι δὲ κἀπὶ τοῖσι φιλτάτοις
- τέχνας πορίζω, πανταχῇ νικώμενος.
- ὅμως δὲ σὺν Κάλχαντι τῷ θυηπόλῳ
- κοινῇ τὸ τῆς θεοῦ φίλον, ἐμοὶ δʼ οὐκ εὐτυχές,
- ἐξευπορήσων εἶμι, μόχθον Ἑλλάδος.
- χρὴ δʼ ἐν δόμοισιν ἄνδρα τὸν σοφὸν τρέφειν
- γυναῖκα χρηστὴν κἀγαθήν, ἢ μὴ τρέφειν.
- ἥξει δὴ Σιμόεντα καὶ