Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. Ἀπιδανὸν ἀμφὶ ποταμὸν ἐν Φθίας ὅροις.
Κλυταιμήστρα
  1. ἐκεῖσʼ ἀπάξει σὴν ἐμήν τε παρθένον;
Ἀγαμέμνων
  1. κείνῳ μελήσει ταῦτα, τῷ κεκτημένῳ.
Κλυταιμήστρα
  1. ἀλλʼ εὐτυχοίτην. τίνι δʼ ἐν ἡμέρᾳ γαμεῖ;
Ἀγαμέμνων
  1. ὅταν σελήνης εὐτυχὴς ἔλθῃ κύκλος.
Κλυταιμήστρα
  1. προτέλεια δʼ ἤδη παιδὸς ἔσφαξας θεᾷ;
Ἀγαμέμνων
  1. μέλλω· ʼπὶ ταύτῃ καὶ καθέσταμεν τύχῃ.
Κλυταιμήστρα
  1. κἄπειτα δαίσεις τοὺς γάμους ἐς ὕστερον;
Ἀγαμέμνων
  1. θύσας γε θύμαθʼ ἃ ἐμὲ χρὴ θῦσαι θεοῖς.
Κλυταιμήστρα
  1. ἡμεῖς δὲ θοίνην ποῦ γυναιξὶ θήσομεν;
Ἀγαμέμνων
  1. ἐνθάδε παρʼ εὐπρύμνοισιν Ἀργείων πλάταις.
Κλυταιμήστρα
  1. καλῶς ἀναγκαίως τε· συνενέγκοι δʼ ὅμως.
Ἀγαμέμνων
  1. οἶσθʼ οὖν ὃ δρᾶσον, ὦ γύναι; πιθοῦ δέ μοι.
Κλυταιμήστρα
  1. τί χρῆμα; πείθεσθαι γὰρ εἴθισμαι σέθεν.
Ἀγαμέμνων
  1. ἡμεῖς μὲν ἐνθάδʼ, οὗπέρ ἐσθʼ ὁ νυμφίος—
Κλυταιμήστρα
  1. μητρὸς τί χωρὶς δράσεθʼ, ἃ ἐμὲ δρᾶν χρεών;
Ἀγαμέμνων
  1. ἐκδώσομεν σὴν παῖδα Δαναϊδῶν μέτα.
Κλυταιμήστρα
  1. ἡμᾶς δὲ ποῦ χρὴ τηνικαῦτα τυγχάνειν;
Ἀγαμέμνων
  1. χώρει πρὸς Ἄργος παρθένους τε τημέλει.
Κλυταιμήστρα
  1. λιποῦσα παῖδα; τίς δʼ ἀνασχήσει φλόγα;