Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- καὶ πέμπετʼ ἐς μέλαθρον εὐλαβούμενοι.
- σὺ δʼ, ὦ τέκνον μοι, λεῖπε πωλικοὺς ὄχους,
- ἁβρὸν τιθεῖσα κῶλον ἀσθενές θʼ ἅμα.
- ὑμεῖς δέ, νεάνιδές, νιν ἀγκάλαις ἔπι
- δέξασθε καὶ πορεύσατʼ ἐξ ὀχημάτων.
- κἀμοὶ χερός τις ἐνδότω στηρίγματα,
- θάκους ἀπήνης ὡς ἂν ἐκλίπω καλῶς.
- αἳ δʼ ἐς τὸ πρόσθεν στῆτε πωλικῶν ζυγῶν·
- φοβερὸν γὰρ ἀπαράμυθον ὄμμα πωλικόν·