Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- κλεινὸν τέκνον Ἀγαμέμνονος,
- μηδὲ θόρυβον μηδʼ ἔκπληξιν
- ταῖς Ἀργείαις
- ξεῖναι ξείναις παρέχωμεν.
- ὄρνιθα μὲν τόνδʼ αἴσιον ποιούμεθα,
- τὸ σόν τε χρηστὸν καὶ λόγων εὐφημίαν·
- ἐλπίδα δʼ ἔχω τινʼ ὡς ἐπʼ ἐσθλοῖσιν γάμοις
- πάρειμι νυμφαγωγός. ἀλλʼ ὀχημάτων
- ἔξω πορεύεθʼ ἃς φέρω φερνὰς κόρῃ,