Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. πρὸς ταῦτα μὴ ψαύσῃ τις Ἀργείων ἐμοῦ·
  2. σιγῇ παρέξω γὰρ δέρην εὐκαρδίως.
  3. τοσαῦτʼ ἔλεξε· πᾶς δʼ ἐθάμβησεν κλύων
  4. εὐψυχίαν τε κἀρετὴν τῆς παρθένου.
  5. στὰς δʼ ἐν μέσῳ Ταλθύβιος, ᾧ τόδʼ ἦν μέλον,
  6. εὐφημίαν ἀνεῖπε καὶ σιγὴν στρατῷ·
  7. Κάλχας δʼ ὁ μάντις ἐς κανοῦν χρυσήλατον
  8. ἔθηκεν ὀξὺ χειρὶ φάσγανον σπάσας
  9. κολεῶν ἔσωθεν, κρᾶτά τʼ ἔστεψεν κόρης.