Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. δάκρυε, πρόσθεν ὀμμάτων πέπλον προθείς.
  2. ἣ δὲ σταθεῖσα τῷ τεκόντι πλησίον
  3. ἔλεξε τοιάδʼ· Ὦ πάτερ, πάρειμί σοι·
  4. τοὐμὸν δὲ σῶμα τῆς ἐμῆς ὑπὲρ πάτρας
  5. καὶ τῆς ἁπάσης Ἑλλάδος γαίας ὕπερ
  6. θῦσαι δίδωμʼ ἑκοῦσα πρὸς βωμὸν θεᾶς
  7. ἄγοντας, εἴπερ ἐστὶ θέσφατον τόδε.
  8. καὶ τοὐπʼ ἔμʼ εὐτυχεῖτε· καὶ νικηφόρου
  9. δώρου τύχοιτε πατρίδα τʼ ἐξίκοισθε γῆν.