Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- λέγʼ· ὡς παρʼ ἡμῶν οὐδὲν ἀδικήσῃ, τέκνον.
- μήτʼ οὖν γε τὸν σὸν πλόκαμον ἐκτέμῃς τριχός,
- μήτʼ ἀμφὶ σῶμα μέλανας ἀμπίσχῃ πέπλους.
- τί δὴ τόδʼ εἶπας, τέκνον; ἀπολέσασά σε;
- οὐ σύ γε· σέσῳσμαι, κατʼ ἐμὲ δʼ εὐκλεὴς ἔσῃ.
- πῶς εἶπας; οὐ πενθεῖν με σὴν ψυχὴν χρεών;
- ἥκιστʼ, ἐπεί μοι τύμβος οὐ χωσθήσεται.
- τί δαί; τὸ θνῄσκειν, οὐ τάφος, νομίζεται.
- βωμὸς θεᾶς μοι μνῆμα τῆς Διὸς κόρης.