Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὡς οὐκ ἐάσων σʼ ἀλλὰ κωλύσων θανεῖν.
  2. χρήσῃ δὲ καὶ σὺ τοῖς ἐμοῖς λόγοις τάχα,
  3. ὅταν πέλας σῆς φάσγανον δέρης ἴδῃς.
  4. οὔκουν ἐάσω σʼ ἀφροσύνῃ τῇ σῇ θανεῖν·
  5. ἐλθὼν δὲ σὺν ὅπλοις τοῖσδε πρὸς ναὸν θεᾶς
  6. καραδοκήσω σὴν ἐκεῖ παρουσίαν.
Ἰφιγένεια
  1. μῆτερ, τί σιγῇ δακρύοις τέγγεις κόρας;
Κλυταιμήστρα
  1. ἔχω τάλαινα πρόφασιν ὥστʼ ἀλγεῖν φρένα.
Ἰφιγένεια
  1. παῦσαι· ʼμὲ μὴ κάκιζε· τάδε δέ μοι πιθοῦ.