Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τὸν Ἑλένης τείσαντας ὄλεθρον, ἣν ἀνήρπασεν Πάρις.
- ταῦτα πάντα κατθανοῦσα ῥύσομαι, καί μου κλέος,
- Ἑλλάδʼ ὡς ἠλευθέρωσα, μακάριον γενήσεται.
- καὶ γὰρ οὐδέ τοί τι λίαν ἐμὲ φιλοψυχεῖν χρεών·
- πᾶσι γάρ μʼ Ἕλλησι κοινὸν ἔτεκες, οὐχὶ σοὶ μόνῃ.
- ἀλλὰ μυρίοι μὲν ἄνδρες ἀσπίσιν πεφραγμένοι,
- μυρίοι δʼ ἐρέτμʼ ἔχοντες, πατρίδος ἠδικημένης,
- δρᾶν τι τολμήσουσιν ἐχθροὺς χὑπὲρ Ἑλλάδος θανεῖν,
- ἡ δʼ ἐμὴ ψυχὴ μίʼ οὖσα πάντα κωλύσει τάδε;