Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- καὶ πλέον πράξωμεν οὐδέν, ὅδε δὲ συμφορᾶς τύχῃ.
- οἷα δʼ εἰσῆλθέν μʼ, ἄκουσον, μῆτερ, ἐννοουμένην·
- κατθανεῖν μέν μοι δέδοκται· τοῦτο δʼ αὐτὸ βούλομαι
- εὐκλεῶς πρᾶξαι, παρεῖσά γʼ ἐκποδὼν τὸ δυσγενές.
- δεῦρο δὴ σκέψαι μεθʼ ἡμῶν, μῆτερ, ὡς καλῶς λέγω·
- εἰς ἔμʼ Ἑλλὰς ἡ μεγίστη πᾶσα νῦν ἀποβλέπει,
- κἀν ἐμοὶ πορθμός τε ναῶν καὶ Φρυγῶν κατασκαφαὶ
- τάς τε μελλούσας γυναῖκας, ἤν τι δρῶσι βάρβαροι,
- μηκέθʼ ἁρπάζειν ἐᾶν τούσδʼ ὀλβίας ἐξ Ἑλλάδος,