Iphigenia in Aulis

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. οὐδεὶς τοῖσδʼ ἐναντίον λέγει;
Ἀχιλλεύς
  1. ἐς θόρυβον ἐγώ τι καὐτὸς ἤλυθον—
Κλυταιμήστρα
  1. τίνʼ, ὦ ξένε;
Ἀχιλλεύς
  1. σῶμα λευσθῆναι πέτροισι.
Κλυταιμήστρα
  1. μῶν κόρην σῴζων ἐμήν;
Ἀχιλλεύς
  1. αὐτὸ τοῦτο.
Κλυταιμήστρα
  1. τίς δʼ ἂν ἔτλη τοῦ σώματος τοῦ σοῦ θιγεῖν;
Ἀχιλλεύς
  1. πάντες Ἕλληνες.
Κλυταιμήστρα
  1. στρατὸς δὲ Μυρμιδὼν οὔ σοι παρῆν;