Iphigenia in Aulis
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- οὐκ ἐν ἁβρότητι κεῖσαι πρὸς τὰ νῦν πεπτωκότα.
- ἀλλὰ μίμνʼ· οὐ σεμνότητος ἔργον, ἢν ὀνώμεθα.
- ὦ γύναι τάλαινα, Λήδας θύγατερ—
- οὐ ψευδῆ θροεῖς.
- δείνʼ ἐν Ἀργείοις βοᾶται—
- τίνα βοήν; σήμαινέ μοι.
- ἀμφὶ σῆς παιδός—
- πονηρὸν εἶπας οἰωνὸν λόγον.
- ὡς χρεὼν σφάξαι νιν.